TLG 0055 001 :: THEMISTOCLIS EPISTULAE :: Epistulae

THEMISTOCLIS EPISTULAE Epist.
(Incertum)

Epistulae

Source: Hercher, R. (ed.), Epistolographi Graeci. Paris: Didot, 1873 (repr. Amsterdam: Hakkert, 1965): 741–762.

Citation: Epistle — (line)

1

(t)

Αἰσχύλῳ.
1 Ἀπερχόμενοι μὲν εἰς Δελφοὺς καταίρειν διεγνώκει‐ μεν, ὡς ἐν Δελφοῖς, ἐφ’ ὅσον δοκεῖ Ἀθηναίοις, βιωσό‐ μενοι· καθ’ ὁδὸν δὲ τῶν ἐξ Ἄργους μοι ξένων ἐντυγχά‐ νουσι Νικίας καὶ Μελέαγρος, ὅ τε οὐ πρὸ πολλοῦ
5Ἀθήνησι διατρίψας Εὐκράτης. καὶ περιστάντες ὡς ᾔσθοντο πυνθανόμενοι τοῦ ἐξοστρακισμοῦ, ἠχθέσθησαν μὲν εὐθὺς καὶ πολλὰ Ἀθηναίοις ἐνεκάλουν· ἐπεὶ δὲ ἔ‐ γνωσαν ὅτι εἰς Δελφοὺς ὥρμημαι καταίρειν, παυσάμενοι τοῖς Ἀθηναίοις ἐγκαλεῖν ἐμὲ ἐκάκιζον, καὶ ἠτιμάσθαι
10μὲν ἑαυτοὺς ἔφασκον εἰ μὴ ἐπιτήδειοι ὑπελήφθησαν αὐτοὶ τὸ ἀτύχημα ἡμῶν ἐκδέξασθαι (ἐμαρτύροντο δὲ Νεοκλέα τὸν ἡμέτερον πατέρα ὡς ἐπὶ πλεῖστον βιώ‐ σειεν ἐν Ἄργει, ἐγὼ δὲ ἀμελοίην αὐτοῦ ἀγαπήσαντος Ἄργος τε καὶ τοὺς ἐν Ἄργει φίλους), οὐ μακρὰν δὲ
15ἦσαν καὶ ἐπαινεῖν Ἀθηναίους ὡς δίκαια τινόντων ἡμῶν. τελευτῶντες δὲ ἐδέοντο μὴ σφᾶς κατακρίνε‐ σθαι τῆς ἐντυχίας μόνον τῆς ἡμετέρας αἰτίους γεγονέ‐ ναι, μηδὲ ὑβρίσαι αὐτῶν τὸ εὐτύχημα τῆς ἀπαντή‐ σεως, Νεοκλέα τε πάλιν προφέροντες καὶ ὡς ἄξιον εἴη
20πόλει τε τῇ αὐτῇ τῷ πατρὶ καὶ οἴκῳ ἐμβιῶναι. ὥστε ἀπῆγον ἡμᾶς ἔχοντες εἰς Ἄργος, Αἰσχύλε. καὶ νῦν ἐν Ἄργει τὴν φυγὴν ἀνεπαύσαμεν, καὶ πολλὰ πάσχο‐ μεν οὐδὲ ἄρχειν βουλόμενοι Ἀργείων· ἀγανακτοῦσι γὰρ ὡς ἀδικούμενοι, ἢν μὴ ἄρχωμεν. ἡμῖν δὲ ἀρέσκει
25μηδὲ μεγάλοις εἶναι δοκεῖν, οὐ μόνον ὅτι ἔβλαψεν ἡμᾶς ταῦτα, ἀλλὰ καὶ ὅτι ἀρκεῖ αὐτῶν ἐν δέοντι ἀπολελαυ‐ κέναι.

2

(t)

Παυσανίᾳ.
1 Ἐξωστρακίσμεθα, ὦ Παυσανία, ὑπ’ Ἀθηναίων, καὶ νῦν ἐν Ἄργει ἐσμέν, ὡς μή τι κακὸν ὑφ’ ἡμῶν Ἀθηναῖοι πάθοιεν· ἐδόξαζον γὰρ ὅτι πείσονται. καὶ οὐ‐ δέν τι μέλλων ἐγώ (ὥσπερ οὐδὲ ἐξῆν ἔτι μέλλειν) μετέ‐
5στην ἐξ Ἀθηνῶν καὶ ἀπέλυσα αὐτοὺς τοῦ φόβου. Ἀρ‐ γεῖοι δὲ πλέον ἢ κατὰ φυγάδας προσάγονται ἡμῖν, καὶ ὧν Ἀθηναῖοι εὖ ἔπαθον, οὗτοι ἀμείβεσθαι θέλου‐ σιν, ὥστε καὶ στρατηγίας ἀξιοῦσιν ἡμᾶς ἀναλαμβάνειν καὶ ἐπιστάτας ὅλου Ἄργους γενέσθαι, καὶ οὐ μικρὰ
10ἀδικοῦσιν οὐκ ἐῶντες ἡμᾶς εἶναι φυγάδας, ὡς ἠθέλη‐ σαν Ἀθηναῖοι. ἐγὼ δὲ καὶ ἀτιμάζειν αὐτῶν τὴν προ‐ θυμίαν αἰδοῦμαι καὶ ἔτι μᾶλλον λαβεῖν ἃ διδόασιν οὐχ
ὑπομένω· ἦ γὰρ ἂν τὰ τοιαῦτα ἐγὼ διώκων εἰκότως ἂν ἐξωστρακίσθαι δοκοίην. καταγνώσεώς τε ἐγγὺς εἶναι741
15μετασταθέντα με ὑπὸ Ἀθηναίων ὡς ἄρχειν ὀρεγόμενον ἐξ Ἄργους φεύγειν ὅτι ἄρχειν ἀναγκάζομαι. ἀλλ’ ἐμοὶ μέν, ὦ Παυσανία, κουφότατον, εἰ κρείσσω πα‐ ραιτήσεως τὴν σπουδὴν ποιοῖντο, μεταβάντι εἰς ἄλλην πόλιν διάγειν, ὡς ὅπῃ ἂν φύγω, πάντῃ μοι φυλάσσε‐
20ται ἴσον τὸ μὴ ἐν Ἀθήναις εἶναι. σοὶ δὲ οὐκ οἶδα ἐπὶ μέγα προχωροῦντι εἰ μὴ νῦν μάλιστα συνάχθεσθαι δεῖ καὶ δεδιέναι περὶ σοῦ· τοῦ τε γὰρ Ἑλλησπόντου σε ἅπαντος ἄχρι Βοσπόρου σχεδὸν ἄρχειν ἀκούω, πει‐ ρᾶσθαί τέ σε καὶ τοῦ Ἰωνικοῦ καὶ ἤδη καὶ παρὰ βασι‐
25λεῖ τὸ σὸν ἀκούεσθαι ὄνομα, ὥστε οἱ τὰ βέλτιστα εὐχόμενοι περὶ σοῦ πολύ σε βουλοίμεθα ἂν τῶν νῦν ἐλάσσονα εἶναι. καὶ σὺ δέ, ὦ Παυσανία, ἄνες τῆς εὐτυχίας, καὶ μὴ ἀγνόει ὅτι ἀτεχνῶς τοῖς ἀνθρώποις τὰ ἀτυχήματα τρέφουσιν αἱ εὐπραγίαι, καὶ ὅτι τοῦτο
30ἐν πᾶσι μὲν ἀεὶ νενίκηκε ταύτῃ ἔχειν, μάλιστα δ’ ἐν τοῖς ἐπὶ νόμοις τε καὶ δήμοις κειμένοις· δοῦλοι γὰρ τοῦ πλήθους ὄντες, ὦ Παυσανία, ἀρχὴν λαμβάνομεν, ἄρχοντες· δὲ τοῖς δοῦσιν ἐπίφθονοι γινόμεθα. ἔπειτα οὐκ ἐπὶ τὴν αὐτὴν ἡμᾶς ἀπολύουσι χώραν, ἐν ᾗ καὶ
35πρὶν ἄρχειν ἦμεν, ἀλλὰ δοκιμάζοντες ἄρα τὴν ἑαυτῶν ἐξουσίαν καὶ συλλαμβανόμενοι τῷ σάλῳ τῆς τύχης εἰς φυγὰς καὶ θανάτους καταλύουσι τοὺς ἄρχοντας. δεῖ ἄρα ἐν πόλει τοὺς εὖ πράσσειν θέλοντας τούτου αὐτοῦ φείδεσθαι μάλιστα. σκόπει οὖν, ὦ Παυσανία, ὅπως
40ἥκιστα ἐκ τῶν παρόντων μεγάλη σε δέξεται μεταβολή· ἡμεῖς μὲν γὰρ ὧδε ἔχοντες οὐκέτι τὴν εὐτυχίαν διώ‐ ξομεν.

3

(t)

Πολυγνώτῳ.
1 Φεύγομεν, ὥσπερ ἐγκελεύῃ, κατὰ τάχος, ὦ Πο‐ λύγνωτε, καὶ ἐξελθόντες ἐξ Ἄργους ἐν θαλάσσῃ ἐσμέν, ὅ τε πλοῦς ἐπὶ Κέρκυραν ἡμῖν τέταται, καὶ νεαλῆ ἔχοντες τὰ πλοῖα ἀπερχόμεθα. τὸν μὲν οὖν ἄγγελον
5τῆς σπουδῆς καὶ σὺ ἐπαινέσεις· ἀφεθεὶς γὰρ ᾗ τὴν ἐκκλησίαν ἔλυσαν Ἀθηναῖοι, οὐ πόρρω τῆς ἑσπέρας ὥς φασιν οὔσης, τῇ μετὰ τὴν νύκτα ἐκείνην ἡμέρᾳ ἦν ἐν Ἄργει, μηδὲ μεσημβρίας ἤδη ἐφισταμένης. δέος δέ ἐστι μὴ ἀνωφελῆ ἡμῶν τὴν σπουδὴν ἐπιμένων ὁ χει‐
10μὼν ποιήσῃ ἢ καὶ βραδύτεροι τῶν ἀγγέλων οἱ φεύγον‐ τες γενώμεθα. ἢν δὲ καὶ Λακεδαιμόνιοι τῆς φυγῆς αἴσθωνται, διώξει χρώμενοι αὐτίκα αὐτοῖς ἀγαθὸς ἔσται ὁ Παυσανίας, ταὐτὰ καὶ ἡμᾶς ἐργασάμενοι. σοὶ μὲν οὖν, ὦ Πολύγνωτε, σωζόμεθα καὶ οὐδὲν ἡμᾶς οὔτε
15χειμὼν οὔτε Λακεδαιμόνιοι σοί γε χάριν εἰδέναι κω‐ λύουσιν, ἀλλὰ σὲ ἀγάμεθα καὶ τοῦ ἀγγεῖλαι σπουδῇ τοσαύτῃ τὰ ἐκ Λακεδαιμονίων πραχθέντα καὶ τὴν Ἀριστείδου σπουδήν, ἣν μόνος περὶ ἡμῶν καίπερ ἐχ‐ θρὸς ὢν ἐπεδείξατο, καὶ τοῦ διαγορεῦσαι μὴ φεύγοντας
20ἡμᾶς ὑπ’ ἐχθροῦ καταληφθήσεσθαι καὶ διεγνωσμένου ἤδη θανάτου. θεὸς δ’ ἂν εἴη τὸ ἐκ τοῦδε αἴτιος, εἴ σοι ἄρα τούτων καὶ τὰς ἀμοιβάς, ὦ Πολύγνωτε, ἀπο‐
τίσομεν.742

4

(t)

Ἁβρωνίχῳ.
1 Οὐ τὸ παθεῖν Ἀθήνησιν ἀδίκως καὶ ἀναξίως, ὦ Ἁβρώνιχε, καινὸν εἶναί μοι φαίνεται (ἐπεὶ αὐτὸ μὲν τοῦτ’ ἐστὶ τὸ μὴ παθεῖν τι καινότερον), ἀλλ’ ὅτι τέως μὲν ὀλιγοχρόνιός τις ἦν ὁ φθόνος καὶ ταχὺν ἴσχων τὸν
5μετάμελον ἐν τῇ πόλει ἡμῶν, μᾶλλον δὲ ἐν τῇ ὑμε‐ τέρᾳ πόλει (ἐμοὶ μὲν γὰρ ὡς περὶ ἀλλοτρίας ἤδη οἱ λόγοι), τὰ νῦν δέ (ὁρᾷς γὰρ ὅσον ἐφ’ ἡμῶν τούτων ἐπι‐ δίδωσι τοὐπιχώριον πάθος), ἐξωστρακισμένων ἡμῶν κα‐ τεψηφίσαντο, τὸ καινόν γε τοῦτο ποιοῦντες, ἐκ τῆς
10φυγῆς φυγαδεύοντες. μὰ Δί’ ἀλλ’ οὐδὲ φεύγειν ἐῶσιν, εὖ οἶδ’ ὅτι φήσεις. καὶ γὰρ ἔγωγε πέπυσμαι διότι ἡ φυγὴ μὲν ὀλίγον τι ἔδοξεν αὐτοῖς εἶναι τιμώρημα ἐπ’ ἄνδρα τοσαῦτα καὶ τηλικαῦτα κατειργασμένον αὐτῶν τοὺς πολεμίους, θανάτῳ μέντοι δεδόχθαι σφίσιν αὐτοῖς
15κολάζειν ἡμᾶς. αὐτοῦ γε τούτου ἕνεκα καὶ μαστῆρες Ἀθηναίων εἰς Ἄργος ἴασιν σκοποῦντες, ἕπονται δὲ αὐ‐ τοῖς καὶ Λακεδαιμόνιοι. ἐμὲ δ’ οὐκ Ἀθηναίοις ἐλύ‐ πουν, ὦ Ἁβρώνιχε, ἑπόμενοι Λακεδαιμόνιοι, Ἀθη‐ ναῖοι δέ με ἀνιῶσι Σπαρτιάταις ἑπόμενοι. καίτοι οὐκ
20Ἀθηναίοις διαβάλλουσι πιστεύοντες οἱ τῶν Λακεδαιμο‐ νίων ἔφοροι Παυσανίαν ἐκόλαζον, ἀλλ’ οὐδὲ τοῖς φίλοις τοῖς Παυσανίου καὶ συνειδόσιν ἐκείνῳ τοὔργον ἅπαν, μόλις δ’ αὐτῷ τῷ Παυσανίᾳ ὁμολογοῦντι. οἱ δ’ ὑμέτε‐ ροι οὐδενὶ τῶν ἀλλοτρίων, οὐδ’ εἰ πολέμιος εἴη, ἐπὶ
25τοῖς ἰδίοις ἀπιστοῦσιν. τὸ δ’ αἴτιον οἶμαι τούτου, διότι ἥδιον οὗτοι τοῖς φίλοις φθονοῦσιν ἤπερ ἄλλοι τοὺς ἐχθροὺς μισοῦσιν. ἀλλ’ οὐκ Ἀθηναίους γὰρ ἐλέγχειν ἐπιχειρῶν ἔγωγε λανθάνοντας τουτὶ γράφω (εἰ γὰρ, ὦ θεοὶ φίλοι, ἐλάνθανον μόνον· νῦν δὲ τοῖς ἐπαι‐
30νοῦσιν αὐτοὺς μᾶλλον ἄπορος ἡ συνηγορία ἢ τοῖς ψέ‐ γουσιν ἀναγκαῖος ὁ ἔλεγχος), ἀλλὰ προσοδύρασθαί τί μοι ἔδοξεν ἀνδρὶ ἑταίρῳ ἐμαυτοῦ καὶ φίλῳ, ἔτι δὲ καὶ ὑπομνῆσαι τῶν οἰκείων, περὶ ὧν εὐλαβεῖσθαι ἔοικε μᾶλλον, ὅτι Λακεδαιμονίους ὁρῶμεν Ἀθηναίων ἄρχον‐
35τας καὶ ψηφιζομένους Ἀθήνησι κατὰ τῶν ἰδίων ἐχθρῶν ψηφίσματα. ἡ δὲ τῆς ὀργῆς αὐτῶν αἰτία οἶσθα, ὦ τᾶν, ὅτι ὁμοία μὲν ἐφ’ ὑμᾶς ὁμοία δὲ ἐπ’ ἐμέ, ἐπείπερ ἄμφω τὸ στρατήγημα τῆς περιτειχίσεως τοῦ ἄστεος παρ’ αὐτοὺς ἐπρεσβεύσαμεν. τῷ μὲν γὰρ συμπρε‐
40σβευτῇ ἡμῶν ἅτε ἀνδρὶ δικαίῳ καὶ δεόντως τοῦτο τοὔνομα εἰς τοὺς Ἕλληνας φερομένῳ ἁρπαγὴν ἔοικε διάλυσις εἶναι πρὸς Λακεδαιμονίους ἡ σὺν αὐτοῖς ἐφ’ ἡμᾶς ὁμοφροσύνη. ἀλλ’ ἐκεῖνος μὲν ἐρρώσθω ἐπί‐ κοτος ὢν ἀεὶ καὶ δυσμενὴς καὶ φθονερὸς καί, ὥσπερ
45ποτὲ ἔφη Κάλλαισχρος ἐπ’ αὐτοῦ, μᾶλλον τῷ τρόπῳ Ἀλωπεκῆθεν ἢ τῷ δήμῳ· σὺ δ’ οὖν, Ἁβρώνιχε, τὰ παρόντα εὖ τίθεσο καὶ περὶ τῶν μελλόντων ἐκ τοῦ μηκίστου εὐλαβοῦ, καὶ δέδιθι Ἀθηναίοις πολλοῦ ἄξιος εἶναι. εἰ δὲ καὶ πεφύκοις, ὥσπερ πέφυκας, ἀλλ’

4

(50)

ἀποκρύπτου τὰ πλείω καὶ ἀγάπα λανθάνων. ταυτὶ
μέν, ὦ βέλτιστε, περὶ σοῦ πρὸς σέ, τῶν δὲ ἐμῶν τὰ μὲν ἐνθάδε ἐμοὶ μελήσει δῆλον ὅτι, καὶ διαφευξό‐ μεθα τούς τε οἴκοθεν ἐπὶ τὴν θήραν ἡμῶν ὡρμημένους κυνηγέτας καὶ τοὺς Λακωνικοὺς κύνας, οὐδὲ ἐπιχωρή‐743
55σομεν Ἀθηναίοις μὲν ἐναγέσι γενέσθαι τοῦ ἡμετέρου μύσους καὶ παλαμναῖον ἢ ἀλιτήριον προστρῖψαι τῇ πόλει οὐκ ἀκεστὸν οὐδὲ χαλκοῖς ἀνδριάσιν ἀποδιοπομ‐ πησόμενον, οἷα περὶ Παυσανίου Σπαρτιάταις ὁ θεὸς ἔχρησεν, ἀλλ’ ἐνεργῆ τινὰ καὶ ἄφυκτον καὶ τοῦ Κυ‐
60λωνείου πέρα, τοῖς γε μὴν Λακεδαιμονίοις διπλῇ, μᾶλλον δὲ τριπλῇ ἡσθῆναι ἡμᾶς μὲν ἀποτισαμένοις ἀνθ’ ὧν ὑπὲρ τῆς πρεσβείας τῆς μετὰ σοῦ δι’ ἔχθους ἡμῖν ἐγένοντο, ἀπάτην εἶναι λέγοντες ἡμετέραν τὴν κωλύμην αὐτῶν τῆς ἀδικίας, ἀλάστορα δὲ ἀκέραιον
65καὶ ποίνιμον εἰς τὰς κεφαλὰς τῶν Ἀθηναίων ἐξομορξα‐ μένοις ἀνοσίως ἐμοῦ μιαιφονηθέντος ὑπ’ αὐτῶν, τὴν δὲ εἰς τοὺς Ἕλληνας αἰσχύνην, ἐπεὶ προυδίδω σφᾶς ὁ βασιλεὺς τῆς Λακεδαίμονος, ἐπικουφιεῖν οἰομένοις, εἰ καὶ πρὸς Ἀθηναίων ὁ στρατηγὸς αὐτῶν ἐγὼ προδότου
70δίκην ὁμοίως φαινοίμην κεκολασμένος. τούτων μὲν οὖν ἵνα μηδὲν γένηται ἐγὼ προμηθήσομαι, ὥσπερ ἔφην, κατὰ τὸ δυνατόν, καὶ τὰ δεινὰ ὡς ἐν ἀνθρωπίνῳ λο‐ γισμῷ ἐξευλαβησόμεθα, καὶ τὸ λοιπόν, ἐπειδὰν τε‐ λείως ἅπαντα ἐν ἀσφαλεῖ γένηται, πεύσῃ περὶ πάν‐
75των καὶ καθ’ ἕκαστα ἐπιστελοῦμέν σοι· τὰ δὲ αὐ‐ τόθι ἀντιβολοῦμέν σε καὶ ἱκετεύομεν, ὦ κράτιστε ἑταίρων, καὶ συλλαμβάνειν, ὡς ἂν οἷός τε ᾖς, καὶ βοηθεῖν ἡμῖν ἄντικρυς, τὰ μὲν χρήματα μὴ φυλάτ‐ τοντα ἐμοὶ μηδὲ τοῖς ἐμοῖς παισίν, ἀλλὰ καιρίως
80ταῦτα καὶ δεξιῶς ὑπὲρ τῶν παίδων καὶ τῆς μητρὸς αὐ‐ τῶν ἀναλοῦντα, αὐτὸ δὲ τοῦτο σκοπούμενον ὁσημέραι, ὅπως τὸν Κλεόφαντον ἡμῖν καὶ τὰς ἀδελφὰς αὐτοῦ καὶ τὴν μητέρα περισώσεις· ὕπεισι δέ σοι ἡ πρὸς αὐ‐ τοὺς εὔνοια δι’ ἡμᾶς ἴσως, ᾗ σὺ θαρρεῖς, καὶ διὰ
85Λυσικλέα δὲ τὸν υἱόν σου σοί τε αὐτῷ στερκτέα καὶ ἐκείνῳ οὐκ ἀμελητέα, εἰ μὲν ἀξιωθησόμεθα κηδεσταὶ ὑμῶν γενέσθαι, ὅτι σοὶ μὲν υἱός ἐστιν, ἐκείνῳ δὲ γυνή, εἰ δὲ μή, ὅτι ἐμέλλησέ τε καὶ ἠλπίσθη ποτέ. καὶ οἶμαι μὲν οὔτε τοὺς Ἀθηναίους αὐτούς, εἰ καὶ πάνυ
90ἐπιδοίη καὶ μέγας γένοιτο ὁ τῶν μισούντων ἡμᾶς φθό‐ νος, εἰς γύναιον ἢ εἰς παιδάρια παροινεῖν ἐπιχειρή‐ σειν, οὔθ’ ἑτέροις ἐπιτρέψειν· εἰ δ’ αὖ λεπτή τις ἐλπὶς μόνον, μᾶλλον δ’ ἀμυδρὰ εἴη ὑποψία χεῖρον αὐτοῖς ἔσε‐ σθαι μένουσι, καὶ δὴ γενέσθω αὐτίκα δὴ βοήθεια τὸ
95δέος. τὸ δὲ ὅπη πεμπτέον αὐτοὺς καὶ ὅπως τὴν ἀπάλλα‐ ξιν στελουμένους, τὸν παιδαγωγὸν οἶσθα τοῦ Κλεοφάν‐ του, ὃς κἀμέ ποτε ἐθεράπευε· Σίκιννος αὐτῷ τοὔνομα. ἐκείνῳ μόνον τὸ χρῆναι μὴ μένειν ὑπόθου, τὰ δὲ ἄλλα ἐπίσταται καὶ δράσει αὐτός. ἀλλὰ γὰρ οὐχ οὕτως

4

(100)

ἤδη μισητέον Ἀθηναίους ἡμῖν, ὥστε καὶ τοιαῦτά τινα περὶ αὐτῶν ὑπολαμβάνειν οἷα οὐδὲ ἐγένετο πώποθ’ ὑπ’ αὐτῶν, οἶμαι δὲ ὅτι οὔτε ἔστιν οὔτε ἂν γένοιτο οὐδὲν γὰρ περιττὸν πάλιν ἐν τοῖς οὕτως ἀναγκαίοις. δεδήλωκά σοι τὸ χρεὼν ὑπὸ σοῦ πραχθῆναι, καὶ σὺ
105ποιήσεις δῆλον ὅτι ὥσπερ ἐγὼ ἐπισκήπτω. ταῦτα μὲν νῦν ἐπείγουσιν ἡμῖν ἐδόκει γράφειν παρὰ σέ, μετὰ ταῦτα δέ, ὅταν τὰ μετὰ ταῦτα γένηται, γράψομεν.744

5

(t)

Τημενίδᾳ.
1 Τὰ ἐν Ἀδμήτου οὕτως ἡμῖν ἐπράττετο, ὅπως σὺ ἐδόξασας. ὅτε μὲν οὖν ἥκομεν εἰς αὐτοῦ, οὐκ ἔνδημος ἦν, ἀλλ’ ἀπεδήμει εἰς Χάονας· ἐπιτυχόντες δὲ Κρα‐ τησιπόλιδι καὶ Στρατολάῳ τοῖς σοῖς ἀπεδίδομεν ἐκείνῃ
5τὰ γράμματα. καὶ ὃ μὲν ἧκε δι’ οὐ πολλῶν ἀλλ’ ὀκτὼ ἢ ἐννέα ἴσως ἡμερῶν, ἡμεῖς δὲ ἐφέστιοι ἐκαθεζό‐ μεθα (οὕτω γὰρ ἐκέλευεν ἡ Κρατησίπολις), Ἀρύββας δὲ ὁ μικρὸς ὑποχείριος ἦν ἐμοὶ καὶ ξίφος ἐν θατέρᾳ. ἰδὼν οὖν ἐμὲ καὶ τὸ παιδίον ὁ Ἄδμητος ἐμὲ μὲν ἐγνώ‐
10ρισεν, καὶ εὖ οἶδ’ ὅτι ἐμίσησε, τὸ δὲ παιδίον ᾤκτειρε, τὸ δὲ ἐγχειρίδιον ἔδεισεν. ἀναστήσας τέ με οἴκοι μὲν ἀπηρνεῖτο οἷός τε εἶναι περισώζεσθαι, Ἀθη‐ ναίους ὀρρωδῶν καὶ μᾶλλον ἔτι Λακεδαιμονίους, πέμψειν δ’ ὅπῃ σώσομαι ὑπέσχετο καὶ πέπομφεν·
15Ἀλεξάνδρου γὰρ τοῦ Μακεδόνος ἐπέβην ὁλκάδι. εἰς Πύδναν τὰ νῦν ὥρμητο ἡ ναῦς, ἐκεῖθεν δὲ ἐπίδοξος ἦν εἰς τὴν Ἀσίαν καταίρειν. ταῦτά σοι τὰ περὶ τῆς παρ’ Ἄδμητον ἦν ἀφίξεως. καὶ ἵνα γράφῃς Ἄργοθεν, οὐκ αὐτῷ δὲ Ἀδμήτῳ (ἐκεῖνος μὲν γὰρ οὐδὲ πάνυ τι
20ἐῴκει βουλομένῳ με σῶν ἀφεῖναι), ἀλλὰ τῇ Κρατησι‐ πόλιδι παρά τε τῆς ἀδελφῆς καὶ παρὰ σοῦ μέντοι· οὐδὲ γὰρ σοῦ μεῖον ἢ ἐκείνης ἐδόκει μοι προμηθὴς εἶναι.

6

(t)

Φιλοστεφάνῳ.
1 Ἀνιῶμαι μέν, ὦ Φιλοστέφανε, τῆς σῆς ἀχαρι‐ στίας καὶ καθόλου ἀδικίας εἰς ἐμαυτόν, ἄχθομαί γε μὴν οὐκ ἐπὶ μεῖον ἀλλὰ τῷ παντὶ πλέον τῆς ἐμαυ‐ τοῦ νωθείας καὶ ὅτι κινδυνεύω βλάξ τις βεβιωκέναι
5πάντα τοῦτον τὸν βίον, οὐδ’ ὑπὲρ ἑνὸς ἀνδρὸς ἐν τῇ τριόδῳ καθεζομένου τῆς Ἑλλάδος γυμνοῦ τὰ ἤθη διὰ τὴν τῆς ἐργασίας περιφάνειαν ἀληθές τι ἢ προσῆκον ἐρρωμένως εἰκάσαι καὶ ὑπολαβεῖν. καίτοι ἡγοῦμαι μέν σε καὶ δι’ ἐμαυτὸν εὐδαιμονέστερον καὶ λαμπρό‐
10τερον γεγονέναι οὐ μόνον τῶν ἐν Κορίνθῳ ἀλλὰ καὶ τῶν ἄλλοθί που τῇ τοῦ τραπεζιτεύειν ἐργασίᾳ χρωμέ‐ νων. ἦσθα δὲ καὶ πρὶν ἐμέ σοι συμβαλεῖν εἰ καὶ μὴ πλούσιος οὕτως, ἀλλὰ πιστὸς εὖ μάλα καὶ πιστότερός γε ἢ νῦν εἶναι κινδυνεύεις, ὅτε περ καὶ δι’ ἡμᾶς γέ‐
15γονας πλούσιος. ὥστε οὐδὲ μεγάλη ἁμαρτία, εὐεξε‐ τάστῳ καὶ εὐθεωρήτῳ τὸν τρόπον ἀνδρὶ πιστεῦσαι, ἐμὴ δὲ ἴσως τὸν δυστυχῆ αὐτὸν μηδὲ ἀπὸ ὑφ’ ὧν οὐδὲν ἀγαθὸν πέπονθεν, πιστὸν εἰς τὰ πρὸς ἐμὲ μό‐ νον, ὑφ’ οὗ τὰ τηλικαῦτα ὤνηται, ἄδικον γεγονέναι.
20πόθεν δέ μοι ταῦτα τισιννέον; ἥκων εἰς Ἔφεσον Ἀθήνηθεν ὁ Τίβιος ἔφραζέ μοι πεμφθῆναι ὑπὸ τῶν ἀμφὶ Μείδωνα, δεῆσαν αὐτοῖς ἐκ τῶν ἐμῶν ὑπαργ‐ μάτων ἑβδομήκοντα μνῶν ἀργυρίου, ταῦτα ἀποληψό‐ μενος παρὰ σοῦ, βραχυτάτην μοῖραν ἐκ τετταράκοντα
25ὅλων ταλάντων· τοσαῦτα γὰρ ὁ τελευταῖος λογισμός, ὃν ἐλογισάμεθα μετ’ ἀλλήλων ἐν Ἰσθμίοις, ἀπέφαινεν ἔτι παρὰ σοὶ περιεῖναι τῶν ἐμῶν. ἀναγνόντα τέ σε τὰς ἐπιστολὰς πυθόμενόν τε τὴν χρείαν ἔπειτα ἀποφή‐ νασθαι τῇ μὲν ἤπια καὶ ἐπιεικῆ, τῇ δ’ αὖ ἀγνώμονά745
30τε καὶ μοχθηρά, ἐῶ γὰρ εἰπεῖν ἀνόσια. τὸ μὲν γὰρ φάναι φιλότητός τε τῆς πρὸς ἡμᾶς ἕνεκα καὶ χρειῶν ὅσας ἐτυγχάνομεν ἀλλήλοις κεχρημένοι προῖκα βού‐ λεσθαι προέσθαι τἀργύριον ἐκεῖνο ἢ δάνεισμα δανεί‐ ζοντα χρήστην ὑπάρχειν εἰς ἐμέ, τοῦτο μὲν ἀστεῖόν τε
35ἐποίεις καὶ τῆς εὐνοίας τῆς πρὸς ἡμᾶς ἄξιον· ὁπότε μέντοι, ὥς φησιν ὁ Τίβιος, ἔξαρνος ἦσθα καὶ διετείνου πικρῶς μηδ’ ὁτιοῦν ὀφείλειν ἐμοί, τοῦτο δὲ πολὺ μεῖζον ἔπραττες κακὸν ἢ θάτερον ἀγαθόν. ἡ μὲν γὰρ χρη‐ στότης σου ἑβδομήκοντα μνῶν ἐστὶν ἀξία, ἡ δὲ πονηρία
40τεσσαράκοντα ταλάντων. εἰ μὲν οὖν (γένοιτο γὰρ ἄν, κἀγὼ καὶ νῦν ἔτι, καίπερ οὕτως ὑπὸ τοῦ παρ’ ἐλπίδας ἰλιγγιῶν, ὅμως οὔπω ταχέως οὕτως ἀφίσταμαι χρη‐ στόν τι καὶ δίκαιον περὶ σοῦ ὑπολαμβάνειν) περὶ τοῦ πιστοῦ ἄπιστος ἦσθα καὶ περὶ τοῦ δικαίου ἄδικος, οὐκ
45εἰς τὸ σαυτοῦ κέρδος θρασυνόμενος καὶ ἀναισχυντῶν, δὲ τοὐμὸν ὡς ἐδόκεις ὄφελος ἐξαρνούμενος, αὐτός τε ἂν εἴης οὐ κακός, κἀμὲ ἀποφήνειας οὐ μωρόν, ὅτι οὕτως ὑπὲρ σοῦ διετέθην· εἰ δ’ ἀληθῶς οἰόμεθα καὶ τοὐπὶ σοὶ εἶναι καὶ πανταχῆ πάντα ἀθηναίων γέμει,

6

(50)

οὔτε τοὺς θεοὺς ἀσεβῶν λήσεις, ὦ Φιλοστέφανε, οὔτε ἐμὲ ἀδικῶν καταπροΐξῃ (οὐδ’ εἰ κἀμοῦ καταφρονήσεις καὶ τῶν θεῶν ἀμελήσεις), ἀλλὰ τελευτῶν Ἀθηναίους γε οὐκ ἐκφεύξῃ. ἐπεὶ κἀγὼ τῷ παντὶ μᾶλλον ἄσμε‐ νος ὑπὸ τῆς πατρίδος ἂν τῆς ἐμαυτοῦ καὶ ταῦτα ἀφαι‐
55ρεθείην, ὥσπερ καὶ τὰ ἄλλα πάντα, ἢ ὑπὸ Φιλοστε‐ φάνου τοῦ Κορινθίου χρυσαμοιβοῦ. τοιγάρτοι ἤδη μοι γράφε καὶ ἀντεπίστελλε ὅστις εἶ πρὸς ἐμὲ καὶ ὅπη σοι διέγνωσται τὰ ἄλλα πρὸς σέ, ἵνα, εἰ μὲν εἶ ἐκεῖ‐ νος ὁ εὔσημος φίλος καὶ διαμένεις ὃς ἦσθα, ὅπως μοι
60σωθήσεται εἰς ἐπανόρθωσιν τῆς ἐμῆς δυστυχίας τἀμὰ χρήματα βουλεύωμαι, εἰ δὲ μή, ὅπως μὴ παρὰ τὴν ἐμὴν γνώμην ἀπολεῖται.

7

(t)

Φιλοστεφάνῳ.
1 Ἧκέ μοι τὰς ἐπιστολὰς παρὰ σοῦ κομίζων εἰς Ἔφε‐ σον, ὡς μὲν Ἀθηναῖοι λογίζονται βοηδρομιῶνος ἕνῃ καὶ νέᾳ, ὡς δὲ ὑμεῖς, πανήμου δεκάτῃ (ἡ δὲ ἡμέρα ἡ αὐτή) Μένυλλος ὁ Χαλκιδεὺς κυβερνήτης, ὁ καὶ τὴν παρὰ
5Γέλωνός ποτε τοῦ Συρακοσίου τὴν μεγάλην ἐκείνην ὁλ‐ κάδα τοῦ σίτου καταγαγὼν εἰς Πειραιᾶ. καὶ αὐτὸς μὲν ἀπὸ γλώσσης ᾐνίξατο πρός με εἰδότα οὐκ εἰδὼς ἅττα ᾐνίττετο, ἐγὼ δὲ ἐγνώριζον τοὺς πρός με σοὶ ξυντεθέν‐ τας συμβόλους. καὶ μέντοιγε καὶ τὸ ἔγγραφον ἀπε‐
10δίδου, ἔνθα δυσφοροῦντι μὲν καὶ μεγάλως ἀσχάλλοντι ἐῴκεις, οὐκ ἀξιῶν ὅλως μὲν οὐδ’ εἰς ἄλλον ἀνθρώπων οὐδένα πρὸς ἡμῶν ὑποτιμηθῆναι ἄπιστος ἂν καὶ ἀπε‐ χθὴς γενέσθαι, τῷ παντὶ μέντοι μᾶλλον ἢ εἰς ἐμέ.
ἔπειτα δὲ καὶ περὶ τῶν ἐμῶν χρημάτων ὑπηγό‐746
15ρειες, ἔχειν τε οὐκ ἐξαρνούμενος καὶ ὁπηνίκα ἂν καὶ οἷστισιν ἂν προστάττοιμεν ἀποδώσειν ὑπισχνούμενος, τά τε περὶ τοῦ Μείδωνος καὶ τοῦ Παμφίλου διεδή‐ λους ὅτι ἠγνόουν ἃ χρή, περί τε Τιβίου ὅτι ἠγνω‐ μόνει οὑπίτριπτος. ἐγὼ δὲ αἰδοῦμαι μέν, ὦ Φιλο‐
20στέφανε, ὁμολογεῖν ὅτι τοιαῦτα σοῦ φρονοῦντος μὴ τοῖς τετταράκοντα μᾶλλον ταλάντοις ἢ τῷ μὴ διε‐ σφάλθαι τῶν ὑπὲρ σοῦ ἐλπίδων ἡδόμεθα· εὖ μέντοι οὔπω ἴσθι τὰ τετταράκοντα ταῦτα τάλαντα ἀποδώσειν ἡμῖν ἔμελλες. οὐδὲ γὰρ εἰλήφεις πω αὐτά, καὶ τοῦ
25λαβεῖν οὐ ταῦτα μόνον ἀλλὰ καὶ πρὸς τούτοις ἄλλα τριάκοντα ἄξιος ἡμῖν ἐδόκεις εἶναι· ἑβδομήκοντα γὰρ τὰ πλεῖστα τῶν ἡμετέρων παρὰ σοὶ ἐγένετο. οἱ δὲ πολὺ πλειόνων ἢ τούτων σε προτιμῶντες οὐκ ἄν πως δεόντως, εἰ τούτων σε τῶν ἐλαττόνων φαίημεν προτι‐
30μᾶν, ἀπιστοίμεθα. ἀλλὰ μὴν καὶ περὶ μὲν τοῦ δια‐ γανακτεῖν ἐμαυτὸν ἑτοιμότερον καὶ προχειρότερον, ἀπιστῆσαι δὲ ὡς ὑπὲρ ἀνδρὸς φίλου καὶ μὴ ταχέως οὕ‐ τως ἐπιδραμεῖν σου τῇ διαβολῇ, ἐκεῖνο λέξας τἀληθέ‐ στατον ἂν εἴποιμι, ὦ Φιλοστέφανε, διότι θορυβεῖσθαι
35μὲν ἡμᾶς ἐποίησε τοῖς ὑπὲρ σοῦ ὁ μαστιγίας Τίβιος, πιστεῦσαι δὲ ἐκείνῳ ἡμὴ τύχη. καὶ ὑπὲρ μὲν τού‐ των τοσαῦτα· τὸ δὲ ἀργύριον νῦν μὲν ἔστω σοι παρὰ σοί, ἐπειδὰν δὲ ὑπὲρ τῶν καθόλου διαφερόντων εἰς ἐμαυτὸν διαγνῶ καὶ βουλεύσωμαι βεβαιότερον, ἐπι‐
40στελῶ σοι τηνικαῦτα.

8

(t)

Λεάγρῳ.
1 Ἦπου Λεωβώτης ὁ Ἀγρυλεύς, ὦ Λέαγρε, καὶ Λύσανδρος ὁ Σκαμβωνίδης καὶ Προνάπης ὁ Πρασιεὺς νῦν μὲν ἀσπάζονται τὸν Ἀθηναίων δῆμον, ὃς οὔποτε ἄλλοτε οὕτως μὲν αὐτοὺς πιστοὺς ὑπέλαβεν εἶναι, οὕτω
5δὲ δικαίους καὶ εὐόρκους, ὥστε περὶ τοσούτου ἀδική‐ ματος ἐπεχώρησεν ἐξομόσασθαι σφίσι, τῆς ξυμπάντων τῶν Ἑλλήνων προδοσίας· νῦν δ’ ἐφ’ αὑτοῖς φρονοῦσι πάμμεγα δή τι ἄρα καὶ ἡλίκον οὐκ ἂν ἄλλοι φρονοῖεν, οὐκ ἀπαλλαγέντες μόνον τῆς ὑποψίας καὶ τῆς βλασφη‐
10μίας τῆς εἰς αὐτοὺς γενομένης καὶ λεχθείσης, ἀλλὰ μετὰ τοῦ εὐσεβεῖς καὶ ὅσιοι πεπιστεῦσθαι ἀπαλλαγέν‐ τες. ἀλλ’ οὐ γὰρ ὁ Γλαύκωνος μὲν υἱὸς Λέαγρος ἐμὸς δὲ ἡλικιώτης καὶ συνέφηβος οὔτ’ οὖν Ἀθηναίους τού‐ του γε ἕνεκα ἀγασθήσεται (τὰ δὲ ἄλλα ἀσπαζέσθω
15καὶ ἀγαπάτω αὐτούς), οὔτε ἐπ’ αὐτῷ σεμνυνεῖται ἀλλ’ αἰσχυνεῖται. ὑμεῖς μὲν γάρ, ὦ Λέαγρε, τῇ μὲν ὑμε‐ τέρᾳ σωτηρίᾳ μόνῃ, ἐμῇ δὲ δυστυχίᾳ χάριν ἐπιστά‐ μενοι οὐχ ἁμαρτήσεσθε, ὅτι ὥσπερ μεγάλου καὶ πίο‐ νος θρέμματος καὶ ἀγρεύματος πεσόντος ἄδην ἔσχετε
20τοῖς Ἀθηναίοις τῆς ἐμῆς θοίνης. καί μοι τοῦτο γοῦν μόνον (ἀποθαρρήσω γὰρ εἰπεῖν) εὐτύχηται, τὰ ἄλλα πάντα οὕτως ἀρρήτως κακῶς πεπραγότι. ἀλλ’ ὑμᾶς γε τοὺς ἐμοὺς φίλους οὐ μετρίως ὤνησα ταῦτα παθὼν ἃ πέπονθα· ἐπιθαρρεῖν δὲ καὶ τὸ μεῖζον ἔτι ἀγάλλε‐
25σθαι ἐπὶ τῇ τοιαύτῃ σωτηρίᾳ τίς ἂν εὖ φρονῶν ὑπο‐ μείνειε; πρότερον οὐχ ὅτι καὶ οὗτοι καταβεβοῆσθαι καταβόησιν εἰς τοὺς Ἕλληνας οὕτω μὲν ἀνήκεστον καὶ δεινήν, οὕτω δὲ ἄδικον καὶ ψευδῆ, ἀλλ’ ὅτι οἱ μὲν ἐπιορκοῦντες Ἀριστείδης ἦν καὶ Φαιδρίας καὶ Τισίνι‐747
30κος καὶ Ἀλκμεωνίδης, οἱ δὲ ὀμνύντες ὑμεῖς; καὶ οὐ κατέπεσεν, ὦ θεοὶ καὶ δαίμονες οἱ τῆς ἀληθείας τῆς ἐν ἀνθρώποις ἵστορες, τὸ πρὸς ὑμῶν ὀμνυόμενον ἕδος τῆς θεοῦ, μᾶλλον δὲ αὐτὸς ὁ νεὼς ἐπὶ τὰ τῶν ἀλιτηρίων ἐκείνων βρέγματα τῶν τότε ὑμᾶς ὁρκούντων; ἀλλὰ νῦν
35μὲν ὑμῖν πιστεύουσιν ὅτι ὀμωμόκατε, πρὶν δ’ ἄρα οὐκ ἐπίστευον; διὰ τί οὖν οὐχὶ κἀμὲ ὥρκωσαν, ἵνα κἀμοὶ πεισθῶσιν; εἰ δ’ ἐμὲ μὲν πονηρὸν ἡγοῦντο, ὑμᾶς δὲ χρηστούς, διὰ τί οὐ καὶ ὑμᾶς ᾐτιῶντο τηνικαῦτα τοὺς χρηστούς, ὅτεπερ κἀμὲ τὸν πονηρόν; δεῖ γὰρ ἤτοι τὸν
40τρόπον τὸν ἐπὶ τῷ ἀνθρώπῳ ἢ τὸν ὅρκον τὸν ἐπὶ τῷ θεῷ πιστὸν εἶναι καὶ πιστοὺς μὲν ὑμῶν εἰδότες τοὺς τρόπους οὐκ ἂν ἐπὶ τὸν ὅρκον ἦγον, πιστὸν δὲ εἰδότες τὸν ὅρκον οὐκ ἂν ἐφλυάρουν οὐδ’ ᾐτιῶντο τὸν τρόπον. ἀλλ’ οὐδέν ἐστι τούτων ὑγιὲς οὐδ’ οὕτως ἔχον, ὦ Λέα‐
45γρε, ὥσπερ ἐκεῖνοί φασιν, ἀλλὰ τὰς μὲν παρούσας παροχάς, καθάπερ ἔλεγον, ὁ φθόνος αὐτῶν πεποίηται πρὸς ὑμᾶς, ὅτι οὔπω μετὰ Θεμιστοκλέα ἄλλου δέον‐ ται, ἀλλ’ ὅτι ἐμοῦ πλήρεις εἰσίν. εἰ δ’, οἷον εἰκός, ἔρρει τὰ κατ’ ἐμὲ ἤδη, τηνικαῦτα δὴ ὀρρωδῶ μὲν

8

(50)

ἐγὼ περὶ ὑμῶν, δεδιττέον δὲ ὑμῖν αὐτοῖς ὑπὲρ ὑμῶν αὐτῶν μὴ κενὸς ὑμῶν ὁ ὅρκος γένηται πεπιστεῦσθαι μὲν οἰόμενοι, πιστεύσασι δὲ ἐξαπατώμενοι, κἀγὼ μὲν ὁ μὴ πιστευόμενος ὀμνὺς ἔξω βεβηκὼς ἀρκύων καὶ ἁρκυωρῶν τύχω, ὑμεῖς δὲ οἱ μαρτυρόμενοι ὅτι
55εὐσεβεῖς ἐστὲ καὶ εὔορκοι ἐς τάδε, ἐνασεβηθῆτε καὶ ἐνεπιορκηθῆτε ὑπὸ τῶν μαρτύρων. δεδίττει ἡμᾶς, ὦ Θεμιστόκλεις, καὶ δειματοῖς ταῦτα λέγων, φήσει τις ἴσως. σιωπῶν γὰρ ὑμᾶς οὐ δεδίττομαι, ἀλλ’ εἰ μὲν λέγοιμι, ἀκούσεσθέ μου· εἰ δὲ μηδὲ τοῦτο, οὐ μέμνη‐
60σθέ μου ὅτι ἐγὼ μὲν ὁ πᾶσιν Ἀθηναίοις προστάξας ἐκλιπεῖν μὲν τὸ ἄστυ εἰς δὲ τὰς ναῦς ἐμβαίνειν καὶ πείσας, μᾶλλον δὲ ὑπακουσθεὶς οὐκ ἔπεισα τοὺς αὐτοὺς τούτους ἵνα μοι ἐπιχωρήσειαν οἰκῆσαι μετ’ αὐτῶν Ἀθήνησιν; καὶ τί μετ’ αὐτῶν λέγω; οὐδὲ δίχα Ἀθη‐
65ναίων ἐν τῇ Ἑλλάδι. ἀλλ’ ὁ Πύθιος αὐτοῖς (καὶ γὰρ τοῦτό με ἐκάλουν, ὅτεπερ τὸν χρησμὸν αὐτοῖς ἐξηγησάμην) οὔτε Δελφῶν οὔτε Δήλου, τὸ δ’ ἐπὶ τούτοις εἶναι οὐδὲ Ξάνθου μοῖραν ἔχω, εἰ μὴ τελευτῶν εἰς Ὑπερβορέους ἐκτοπίσαιμι· καὶ ᾧ ὑπανέστησαν οἱ
70Ἕλληνες Ὀλυμπίαζε παρελθόντι ἐπὶ τὴν θέαν τοῦ γυμνικοῦ ἀγῶνος, τούτῳ οὐχ ὅτι ἐν πανηγύρει καὶ θεάτρῳ τιμὴ καὶ προεδρία τὰ νῦν, ἀλλ’ οὐδ’ ἐν βεβήλῳ τῆς Ἑλλάδος οἴκησις, οὐδ’ ἐν ἱερῷ ἱκετεία καὶ κατά‐ φευξις. ταῦτα οὐκ ὀρρωδεῖτε, ὦ Λέαγρε, οὐδ’ ὕπει‐
75σιν ὑμᾶς θάμβος, ἀλλὰ μετὰ τὸν ὅρκον πάντ’ ἔχειν ὑμῖν οἴεσθε καλῶς; καὶ ἔχοι γάρ, ὦ δέσποινα Ἀθηνᾶ· ἀλλ’ οὐδὲν οὕτως ἀνόητον ὡς ὅταν μὴ διαφέρωσιν εὐ‐ χαὶ καὶ ἐλπίδες. τί οὖν ποιητέον, ἐρήσῃ με. φεύ‐
γωμεν ἄρα μηδενὸς ἡμᾶς ἐλαύνοντος; οὐ λέγω τοῦτο,748
80ἀλλὰ μὴ κοιμᾶσθε· ἀπιστεῖτε, φοβεῖσθε. ὑποθήσεται τὸ τηνικάδε ἢ ἀποχωρεῖν, ἂν τούτου δέῃ, καὶ ποιον τις αυτη ἢν τοῦ ἔργου μόνον φροντίζητε. ἢν δὲ ῥᾳθυ‐ μῆτε πάντ’ ἔχειν ἡγούμενοι κατὰ τρόπον, δέδοικα μή‐ ποτε ὁ δυστυχὴς ἐγὼ ὅλας τὰς Ἀθήνας ἄντικρυς ἀφῃ‐
85ρημένος ὦ. μέχρι γὰρ νῦν ἔχω τι αὐτῶν καὶ μὰ Δί’ οὐχὶ τὸ φαυλότατον, ἀλλὰ τὸ βέλτιστον περιόντων ἔτι καὶ ζώντων μοι τῶν φίλων. εἰ δ’ οὖν ἐγὼ μὲν φυγὰς ὅποι ποτὲ γῆς ἀλώμενος, οἱ δ’ ἐχθροὶ οὑμοὶ λαμπροὶ καὶ μέγα ἰσχύοντες, οἱ δὲ ἑταῖροι ὑμεῖς οὔτε αὐτόθι
90οὔθ’ ὁμοῦ, δουλεία δ’ ἐν τῷ μέσῳ παιδαρίων ὀρφανῶν πολλῶν, γυναικῶν ἐρήμων τῶν ὑμετέρων καὶ τῶν ἐμῶν, ἐνίων δὲ καὶ πρεσβυτῶν καὶ πρεσβυτίδων (ἐνίοις γὰρ αὐτῶν καὶ οἱ γονεῖς ἔτι εἰσίν), εἰ ταῦτα πάντα ἀθρόα ὥσπερ ἔφην καταλαμβάνοι, ἆρά γε οὐχὶ κἀμοὶ
95τῷ παντὶ ἄμεινον αὐτομολεῖν δεῦρο καὶ πάσχειν τὰ τοῖς ἐχθροῖς δοκοῦντα ἢ τούτων τι ὁρᾶν γιγνόμενον καὶ ἀκούειν λεγόμενον; τοιγάρτοι ταῦτά μοι οὕτως γε ὁσημέραι καὶ νυκτὸς ἐκφρόντιζε καὶ διακρίβου, ὦ Λέα‐ γρε, καὶ τοῖς ἑταίροις ἡμῶν ἅπασιν ὑποτίθεσο καὶ

8

(100)

παρηγόρει καὶ πρὸς ταῦτα προηγεῖσθαι διαπειρῶ μὴ μόνον τοῖς ὡρκωμένοις, ἀλλὰ καὶ τοῖς ἀνωμότοις, οἶσθα δὲ πάντας αὐτούς. καὶ ταύτης γε αὐτῆς τῆς ἐπιστολῆς ἄχρι τοῦδε τουτὶ πᾶν τὸ μέρος ἐπιδείκνυσο αὐτοῖς, εἰ βούλει, καὶ παραναγίγνωσκε, τὰ μέντοι
105μετὰ τοῦτο ἢ ἀπαλειψάμενος διάφθειρον ἢ ἀποτεμό‐ μενος ἔχε, καὶ ἔξω μόνου σοῦ τοῖς ἄλλοις πᾶσιν ἀν‐ θρώποις γενέσθω ἄγνωστον. ἐγὼ γὰρ οὐκ ἀγνοῶ μὲν ὅτι καὶ θερμὸν καὶ θρασὺν καὶ ἀποκεκινδυνευκότα μᾶλλον ἢ παρακεκινδυνευμένον ἀναρρίπτω κύβον, ἀλλ’
110οὐδὲν ἧττον ἀναρρίπτω καὶ τολμῶ καὶ δέδοκταί μοι, κἀμὲ μήτε Λέαγρος οὑμὸς ἑταῖρος ἐπισχεῖν θελήσει τῆς ὁρμῆς (οὐ γὰρ ἐφέξει) μήτε Νεοκλῆς ὁ πατὴρ ἢ Θεμιστοκλῆς ὁ θεῖος ἀναβιώσαντες νῦν καὶ δεῦρο ἀφι‐ κόμενοι, ἀλλὰ μηδ’ ὄρνις μηδὲ φήμη μηδ’ αὐτὸς ὁ τὸ
115ξύλινον τεῖχος περιτειχίσασθαι τοῖς πολίταις σου θεσπί‐ σας. ἀλλ’ εὐφήμει, ὦ κράτιστε, καὶ θεοῖς εὔχου σωτηρίαν καὶ νόστον ἡμῖν ἀπήμονα ὀπίσω πέμψαι καὶ τὸ τέλος τῶν ἐγχειρουμένων μὴ μόνον ὡς ἐλπίζο‐ μεν ἀλλὰ καὶ ὡς ἄξιοι ἐσμὲν οὕτως ἡμῖν ἐπιθέσθαι.
120διέγνωκα γὰρ ἀπαίρειν ἐκ τῆς Ἐφέσου αὐτίκα παρὰ βασιλέα τὸν ὡς σὺ μὲν οἶσθα πολέμιον, ὡς δὲ Ἀθη‐ ναῖοί φασι (καὶ μαντεύοιντο, ὦ Ζεῦ δέσποτα, καὶ τἀληθῆ λέγοιεν) φίλον. προπέμπεταί τέ μοι παρ’ αὐτὸν ἤδη, καὶ ἤπια τῷ ἀγγέλῳ ἀπεκρίνατο καὶ πρὸς
125ἐμὲ ἐπέστειλεν, ὥστε με παντάπασιν ἐκπεπλῆχθαι καὶ θαμβεῖν ἐσχάτως, εἰ μὴ τοσοῦτο μόνον, ὅτι οὐδὲ ἡμεῖς ἀληθὲς οὐδὲν πώποτε οὔτ’ εἴπομεν ἐκείνῳ οὔτ’ ἐπεστείλαμεν. ἀλλ’ οὐ γὰρ ἂν ἡμᾶς μιμούμενος τύχοι βασιλεὺς ὢν μέγας, καὶ οὐδὲν οὕτω ψευδομένῳ χρήσι‐
130μον κακῶς ἡμᾶς ποιεῖν, παρὸν εἰ ἐβούλετο καὶ τἀληθῆ λέγοντα. ἐγὼ μὲν οὖν εἶμι ὡς ἐκεῖνον, ὅ τι δὲ δρά‐ σων ἢν δύνωμαι, αἰσχύνομαι μὲν λέγειν, ἀλλ’ ὅτι
βούλομαι πράττειν ἢν δύνωμαι· σὺ δὲ αὐτόθι ἐπιμέλου τε τῶν ἡμετέρων ἥκιστα μὲν ἐπιφανῶς, ὅτι οὕτως749
135ἀμφοῖν συμφέρει, μάλιστα μέντοι πεφροντισμένως, ὥσπερ καὶ ὅτι ποιήσεις εὖ οἶδα ἐγώ· καὶ μᾶλλον γέ‐ νοιτο φανερῶς σε ἐπιμέλεσθαι τῶν ἐμῶν ἢ ἀμελῶς αὐτὰ διατίθεσθαι δεδοικότα. ἀλλὰ κἀκεῖνό γε, εἴ με στέργεις, εὐλαβοῦ, πρῶτον μὲν σαυτοῦ ἕνεκα, ὃς ἐμοὶ
140τῆς ἐμῆς ψυχῆς ἄξιος εἶ, εἶτα καὶ δι’ ἐμὲ καὶ τἀμά, ἵνα πολὺν ἡμῖν χρόνον ὠφέλιμος ᾖς καὶ χρήσιμος. ταυτὶ μὲν ὧδε ἐπέσταλται ἡμῖν ἣι ἐνόμιζον εἶναι παρὰ σέ, πειράσομαι δὲ καὶ τὰ λοιπὰ ὅπως ἂν ἡμῖν ἔχῃ, διαδηλοῦν σοι τάχιστα, ἵνα μηδὲν ἀγνοῇς τῶν ἐμῶν.

9

(t)

Καλλίᾳ.
1 Μὴ ζήλου, ὦ Καλλία, Ἀριστείδην τοῦ φθόνου· οὐδὲ γὰρ ἐκεῖνος πολλά σε ἔφη ζηλῶσαι τοῦ πλούτου. καίτοι μακρῷ ἄμεινον ἦν, ἃ πάντες εὔχονται σφί‐ σιν αὐτοῖς καὶ γενεαῖς σφετέραις, κἀκεῖνον ἀσπάζε‐
5σθαι, ἢ ἃ πάντες ἐχθαίρουσι καὶ ἐπάρατα ἡγοῦν‐ ται, ἐκεῖνά σε μιμεῖσθαι. μηδὲν οὖν αἰτιῶ μηδὲ σωφρόνιζε Ἀθηναίους ὅτι εἰκαίως χειροτονοῦσι καὶ ἐκ τῶν ἀναξίων αἱροῦνται προστάτας, εἰς ἐμὲ αἰνιτ‐ τόμενος, ἀλλὰ πρῶτον ἐκεῖνο σκόπει, ὅτι ἐπιπλήττεις
10αὐτοῖς νενικηκότας προστάτας κεχειροτονηκόσιν, ἔπειτα ὅστις ὢν αὐτὸς ταῦτα ληρεῖς καὶ ὅτι οὐδὲ μετὰ πολλοὺς ἄλλους Θεμιστοκλέας στρατηγὸς ὧδε ἀπο‐ δειχθῆναι δεδυνημένος. οὐ γὰρ τῶν τυμβωρυχησάν‐ των τοὺς ἐν τοῖς λάκκοις ἐν Μαραθῶνι κατασεσηπό‐
15τας Πέρσας, ἀλλὰ τῶν καταναυμαχησάντων καὶ ἀπο‐ κτεινάντων τοὺς ἐν Σαλαμῖνι καὶ ἐν Εὐβοίᾳ παρα‐ ταττομένους ἔδει στρατηγῶν τῇ πόλει, οὐδὲ καθόλου ἡγεμόνων πολλὰ μὲν χρήματα κεκτημένων, ὁπόθεν δὲ αὐτὰ κέκτηνται εἰπεῖν οὐ δυναμένων, ἀλλὰ μεγάλα
20καὶ καλὰ ἔργα διαπραξαμένων. σὺ δὲ ἐν οἷς μὲν δυ‐ νατώτατος ἦσθα αὐτὸς ἑαυτοῦ καὶ τῶν ἄλλων οὐδὲν ὀνήσας τὴν πόλιν, ἐν οἷς δὲ ἀχρηστότατος εἶ πάντων Ἀθηναίων, ἐν τούτοις περιεργάζεσθαι καὶ πολυπραγ‐ μονεῖν ἐπιχειρεῖς, καὶ πλοῦτον μὲν τοσοῦτον ὄντα,
25ὅσον οὐκ ὀλίγαι μυριάδες Περσῶν ἐπλούτουν, οὓς πάντας σοι ἐκληρονομήσω, οὐκ οἶδ’ ὅπως ἀφελόμενος τοὺς μαχεσαμένους αὐτοῖς καὶ τὴν πόλιν σύμπασαν τὰ λάφυρα, οὔτε μικρὸν οὔτε μέγα οὐδὲν ὤνησας οὐδέ‐ ποτε τὴν πατρίδα, λόγοις δὲ ἄρα, ἐν οἷς σὺ ἀδυνα‐
30τώτατος, σωφρονίζειν αὐτὴν ἐπιχειρεῖς καὶ περὶ πο‐ λεμικῶν ἔργων, ἐν οἷς ἀχρηστότατος εἶ καὶ ἀνανδρό‐ τατος, ἐπιτιμᾷς Ἀθηναίοις οὕτω καὶ μὴ οὕτω διαγνοῦ‐ σιν. ἀλλ’ ὧδε ἔχει, ὦ Καλλία. τοὺς λέοντας ζωοὺς μὲν ὄντας οὔτε οἱ ταῦροι ὑπομένουσιν οὔτε ἄλλο
35τι τῶν παμμεγάλων καὶ ἀλκίμων θηρίων, πεσόντων δὲ αὐτῶν καὶ κειμένων οὐδὲν θαυμαστὸν εἰ καὶ οἱ μύες ἐπ’ αὐτοὺς ἀναβαίνουσιν. ὥστε καὶ σὺ νῦν μὲν ἐφάλλῃ ἡμῖν ᾗ βούλει καὶ ἐμπηδᾷς, ὅτι πᾶσιν ἐσμὲν περίπατος· οὐδὲν μέντοι τῶν ἀδοκήτων, εἰ καὶ ἡμῖν
40ποτὲ ἔτι γοῦν ἐμπνέουσι καὶ τὴν ψυχὴν ἔχουσι δώσει θεὸς ὑπομνῆσαι ταύτης τῆς δημηγορίας. δώσει δ’, εὖ οἶδ’ ὅτι δώσει. οὐκ ἀρετᾷ κακὰ ἔργα, φασὶν οἱ ποιηταί.750

10

(t)

Ἁβρωνίχῳ.
1 Τεθάρρηταί μοι τὰ μεγάλα καὶ δεινὰ ἐκεῖνα, ὦ Ἁβρώνιχε. ἧκέ σοι παρ’ ἡμῶν Εὐξίθεος ἀπὸ γλώτ‐ της διαλεξόμενος καὶ δηλώσων ὅπως μοι διέγνωσται, σὺ δ’ ἐσιώπας, ὡς ἔφασκεν ἐκεῖνος, εἰς τὴν γῆν κύ‐
5πτων, ἐπαινεῖν μὲν οὐκ ἔχων, ὡς ἐμὲ εἰκάσαι, κωλύειν δ’ οὐκ ἐθέλων. καὶ καλῶς ἐποίεις· οὐ γὰρ ἂν ἐκώλυ‐ σας, βλασφημεῖν δ’ οὐχ ἥρμοττεν. ἀλλ’ εἶμί γε, εἶμι, καὶ ἐπὶ τῆς ἀπήνης ἤδη καθεζόμενος ταυτὶ γέ‐ γραφα. εὖ πρᾶττε καὶ περὶ ἡμῶν εὐθύμει.

11

(t)

Ἀμεινίᾳ.
1 Εἰ καὶ μὴ κεχρήμεθα ἀλλήλοις πολὺν χρόνον, ἀλλ’ ἐοίκαμεν ἀλλήλοις πάντα τὸν βίον, αἵ τε χρεῖαί μου κεκοινώνηνται, μεγάλαι δέ, ὥστε ἀποχρῆναι ἡμῖν τὴν ἡμέραν ᾗ ἐναυμαχοῦμεν ἐν ταὐτῷ, οὐ στρατιᾶς μέρος
5ὄντες, ἀλλ’ ἐγὼ μὲν ὃν σὺ οἶσθα καὶ οἱ πλείους τῶν νῦν ὄντων ἀνθρώπων, σὺ δὲ τριήραρχος ὢν τοῦ παντὸς ἀριστεύων ναυτικοῦ· ἥπερ μείζων καὶ βεβαιοτέρα φι‐ λία ἢ συναριστῶσι καὶ συνδειπνοῦσιν ὁσημέραι ἀν‐ θρώποις, εἰ καὶ δοίης τὸ Τιθωνοῦ δὴ λεγόμενον γῆρας,
10διὰ τὸν χρόνον ἂν γένοιτο. πρός γε μὴν οὕτως ἀν‐ δρεῖον ὄντα σε καὶ δίκαιον οὐδὲ ἀμνήμονα εἶναι πείθο‐ μαι ὧν χρεὼν μεμνῆσθαι, ἀλλὰ τὸν καιρὸν ὁρᾶν ἐκεῖ‐ νον οἴεσθαι παρόντα, ἐν ᾧ σὺ μὲν ἐπιβόητος εἰς πάντας ἐγένου δι’ ἡμᾶς, ἡμεῖς μέντοι διὰ σὲ πολλοῖς καὶ δυ‐
15νατοῖς οὐκ Ἀθηναίων μόνον ἀλλὰ καὶ τῶν ἄλλων Ἑλλήνων προσεκρούσαμεν. ἢ πῶς οὐ δεινὸν ἂν γέ‐ νοιτο Ἀλκιβιάδην μὲν καὶ Στράτιππον καὶ Λακρα‐ τίδην καὶ Ἑρμοκλέα τοὺς Ἀθηναίους, τὸν Αἰγινήτην δὲ Ἀριστείδην καὶ Δόρκωνα τὸν Ἐπιδαύριον καὶ Μό‐
20λωνα τὸν Τροιζήνιον καὶ πολλοὺς ἄλλους τῶν Ἑλλήνων προδοσίαν τῆς ἐμῆς στρατηγίας καταδικάζειν, δι’ ἣν αὐτὸ τοῦτο ὧν ἕκαστος βούλεται τοῖς ἄρχουσιν ὑπάρ‐ χει τὰς οἰκείας οἰκεῖν πατρίδας, ἀρκουμένοις ὅτι περὶ σοῦ μοι δι’ ἀπεχθείας ἐγένοντο; καὶ ἐδικάσαντο ὀρθὴν
25τὴν ὑπὲρ τῶν ἀριστείων δίκην, ἐνεμέσησάν σε δὲ δι’ ὃν ὑπ’ ἐκείνων καὶ ἄλλων πολλῶν καὶ ἄγομαι καὶ φέρομαι, μὴ οὐχὶ τὸ ἑαυτοῦ τε καὶ τὸ ἀντὶ πάντων ἐκείνων εἶναί μοι φίλον. καὶ ἐρρωμενέστερον τῷ παντὶ τῆς εὐχαριστίας μετὰ τοῦ δικαίου ἡμῖν ὑπάρξει
30ἡ μετὰ τοῦ ἀδίκου μνησικακία, καὶ μεῖζον ἐκεῖνοι δυ‐ νήσονται κακοῦντες ἡμᾶς ἀδίκως ἢ σὺ δικαίως εὖ ποιῶν; ἀλλ’ οὐ γὰρ πείθομαι ταῦτα ὑπὲρ Ἀμεινίου τοῦ Εὐφορίωνος, ἀνδρὸς οὐ τὴν πατρῴαν μόνον εὐγέ‐ νειαν γενναίου ἀλλὰ καὶ τὴν τῶν συγγενῶν, Κυνεγεί‐
35ρου μὲν ἐν τῷ Μαραθωνιακῷ πολέμῳ διενεγκόντος τὰ
πολεμικά, Αἰσχύλου δὲ ἐν παντὶ τῷ βίῳ κατὰ παι‐ δείαν καὶ σωφροσύνην διαφέροντος. ἀλλὰ καὶ μιμήσῃ αὐτὸς ἑαυτὸν καὶ τοῖς ἀδελφοῖς ὅμοιος ἔσῃ καὶ τῷ σεαυτοῦ ναυάρχῳ βοηθήσεις. ἡ δὲ βοήθεια ἀρίστη751
40ἀντέχειν ἐν ταῖς ἐκκλησίαις ἑκάστοτε. καὶ ἐν μὲν τοῖς δημοσίοις συλλόγοις εἴ τι καινότερον ἐφ’ ἡμῖν ῥάπτοιτο καὶ μηχανῷτο ὑπὸ τῶν ἐξελασάντων ἡμᾶς ἢ κατὰ τῆς ἀθλίας μου γυναικός, εἰ καὶ σὺ τῶν ἡμε‐ τέρων ἐπαγγέλλοιο συλλαμβάνειν καὶ ὑπουργεῖν τὰ
45μέτρια, εὖ ποιήσεις· εἰ δὲ ἐπαγγέλλοιο, οὐδέν σε ὀχλή‐ σει πλὴν ἐπιμελείας καὶ ἐπαχθοῦς φροντίδος.

12

(t)

Ἀριστείδῃ.
1 Ἤραμεν εἰς Πέρσας, ὦ Ἀριστείδη, ἤραμεν, καὶ οὐδὲν δεινὸν ἐπάθομεν ὑπ’ αὐτῶν. οἶδα δὲ ὅτι κατὰ σαυτὸν μὲν θαυμάσῃ, τοῖς δὲ ** προσποιήσῃ μὴ παρ’ ἐλπίδα σοι τοῦτον τὸν λόγον λελέχθαι, ἀλλὰ καὶ
5τεκμηρίῳ χρήσῃ πρὸς τὸ πλῆθος ὅτι βεβαιοῦταί μου ἡ διαβολὴ τῇ τ’ ἐμῇ εἰς ἐκείνους ἐλπίδι τῇ τε ἐκείνων φιλοφροσύνῃ εἰς ἐμέ. ἀλλ’ ὅταν ταῦτα ληρῇς ἔχων, ἐπιπεσέτω σοι τὸ ἐν Σαλαμῖνι τρόπαιον· ἔστι δὲ λίθι‐ νον, οἶσθα, καὶ νεανικῶς εὐμέγεθες. οὐκ ἂν ἔτι, ὡς
10ἐγᾦμαι, τὸν δῆμον ταράττοις οὐδ’ ἄλλοις εὐεργέταις φθονοίης, εἴ τις ἄρα δαίμων, οὐ κατὰ τὴν σὴν ἀλαζο‐ νείαν δίκαιος ἀλλ’ ἀληθινῶς, ἐκείνην τὴν πέτραν εἰς τὴν ἐπάρατόν σου καὶ ἀχάριστον κεφαλὴν ἐμβάλοι. ἐμὲ δὲ οὐκ ἀντευποιῶν περισώζεται βασιλεὺς ὁ μέγας
15(ἦπου τὰ μέγιστα ἂν ἡμῖν χαρίζοιτο ἀμειβόμενος, πα‐ θὼν ἃ ἐπεπόνθει), ἀλλὰ τὰ μὲν ἄλλα ἐχθρὸν ᾔδει με αὑτοῦ, τῆς δ’ ἀρετῆς ἐθαύμαζεν καὶ τῆς τύχης ᾤκτειρε. τοιγάρτοι κινδυνεύειν αὐτοὶ περὶ ἐμοῦ ἐπι‐ πρεσβεύεσθε παρ’ ἐκεῖνον, ηποιπερ αὐτοὶ ἠδικεῖτε, ἢν
20ἐκεῖνος βοηθοίη ἀδικουμένῳ, αὐτοί τε ἐλεεινὸν ἐποιεῖτε ἐκβάλλοντες, ὃ δὲ ἄρα ᾤκτειρεν εἰκότως ἐκβεβλημένον. ἀλλ’ οὐ γὰρ ἐλεεινοὶ τὰ νῦν ἔτι οἱ φυγάδες ἡμεῖς. ὥστε πνιγέσθω μὲν ὁ Λυσιμάχου υἱὸς Ἀριστείδης, πνιγέσθω δὲ πᾶς, ὅτῳ μὴ καθ’ ἡδονήν ἐστιν ὅτι δεξιώ‐
25τερα ἡμῖν ἀπήντηκεν ὧν αὐτὸς ἤλπιζεν.

13

(t)

Πολυγνώτῳ.
1 Ἦπου σύ γε, ὦ Πολύγνωτε, τὰς ναυμαχίας ἡμῶν καὶ τὰς στρατηγίας ἐννοούμενος ἐγκελεύῃ καὶ τὴν ἐκ τῆς πατρίδος μετάστασιν ἡμᾶς γενναίως φέρειν. ἡμεῖς δ’ ἀπιόντες μέν, ὅτε καὶ ἐν ὄψει εἴχομεν τὰ καταλειπό‐
5μενα, θρασύτερον αὑτοῖς ἐπηγγελλόμεθα καρτερήσειν τὴν ἀπουσίαν, καὶ αὐτοὶ τὰς ναυμαχίας ἐννοούμενοι καὶ ὅσα ἄλλα ὑπεμείναμεν ὅμοια ᾠόμεθα ὑπὸ γενναιό‐ τητος καὶ ταῦτα διενεγκεῖν, καὶ οἶσθα ὅτι οὐκ ἄγαν ὀδυρόμενοι μεθιστάμεθα. νῦν δ’ ἡμῖν ὁ χρόνος, ὦ
10Πολύγνωτε, οὐ λήθην ὧν ἀπελείπομεν παρέχει οὐδὲ συνήθειαν τῆς φυγῆς, ἀλλ’ ἡ μὲν φυγὴ κούφη ἂν ἦν μὴ μακρὰ οὖσα, τὰ δ’ ἀπολειφθέντα ἔτι ποθεινότερα ὑπὸ τοῦ χρόνου γίγνεται, καὶ οὐ παραμυθία τίς ἐστιν
ὅτι πολλὰ καὶ ἄλλα γενναίως ὑπέμεινα ἐγὼ μαχόμε‐752
15νος τοῖς βαρβάροις καὶ κινδυνεύων, ἀλλ’ ὑπὸ τοῦ λο‐ γισμοῦ καὶ ταῦτα ἐναντία γίγνεται· δοκῶ γὰρ δὴ καρ‐ τερῆσαι καὶ ταῦτα, ὅπως μοι παρῇ ἀπολαύειν Ἀθη‐ νῶν. καὶ ὑπὸ τούτου μᾶλλον, ὦ Πολύγνωτε, ἐπιδιδόασιν αἱ φροντίδες, εἰ πολλοῖς μὲν ἄλλοις μηδὲ
20θεαταῖς γενομένοις τῶν περὶ Εὔβοιαν ἢ ἐν Σαλαμῖνι ναυμαχιῶν ἔνεσται βιοῦν ἐν Ἀθήναις καὶ ἐκβάλλειν οὓς βούλονται καὶ μετακαλεῖν εἰ δόξειεν, ἡμῖν δὲ τοῖς εἰ καὶ βραχὺ συλλαβομένοις φυλαχθῆναι ταύτην Ἀθηναίοις τὴν ἐξουσίαν μόνοις οὔτε ταύτης οὔτ’ Ἀθη‐
25νῶν μέτεστιν, ἀλλὰ καλούμεθά τε ὃ τοῖς ἐχθίστοις ἥδιστον καλεῖν, φυγάδες, αὐτοί τε ὅτι τοῦτ’ ἐσμὲν αἰσθανόμεθα, ἔρημοι μὲν ὑμῶν τῶν φίλων, ἔρημοι δὲ οἴκων καὶ ἑστίας ἐφ’ ἧς τὰ κατὰ Μήδων ἐπινίκια ἐθύσαμεν, πάροικοι δ’ ἀλλοτρίας γῆς τε καὶ πόλεως,
30καὶ τάχα καὶ ἀποθανούμεθα φυγάδες ἀκμὴν μένοντες. ἦ μάλα γὰρ ἄψυχοι ἐμαχόμεθ’ ἂν τοῖς πολεμίοις, εἰ ταῦτά τις ἐλπὶς ἡμῖν προύφαινεν. ἢ μετεδιώκομεν ἂν ταῦτα φέρουσαν τὴν νίκην, εἰ μετὰ Μήδους παρὰ Λακεδαιμονίοις περὶ τῆς Ἀθηναίων πόλεως ἐκινδυνεύο‐
35μεν; Ἀργεῖοι γὰρ ἀποδεινενειν καὶ Ἀργείοις τἀγαθὰ εὔχεσθαι καὶ ἄλλῃ τινί πως καὶ πάσῃ πόλει, ἐπείπερ πάσης ἡμῖν μέτεστιν ἔξω Ἀθηνῶν. ἀλλὰ σχέτλιά γε καὶ ταῦθ’ ὑπὸ τῆς φυγῆς ἠναγκάσμεθα εἰπεῖν ὥσπερ ὑπὸ μανίας. τί γὰρ ἡμᾶς Ἀθηναῖοι κακόν, ὦ Πολύ‐
40γνωτε, τί δ’ οὐκ ἀγαθὸν εἰργάσαντο; ἢ πῶς οὐ ψευσό‐ μεθα, καὶ οὗτοι οἱ λόγοι ἔργου ἐλθόντος ἀποδράσονται; οὐ γάρ, εἰ Μῆδοι πάλιν τῇ Ἀττικῇ ἐπιχειροῖεν, ἀκίν‐ δυνος, ὅτι φυγάς εἰμι, δόξω εἶναι, οὐδὲ τῶν μὴ τοιαῦτα πεπονθότων τὸν ἀγῶνα ἡγήσομαι, ἀλλ’ εἰ καὶ
45μὴ ναύαρχος ἢ στρατηγός, ὦ Πολύγνωτε, φυγάς γε μαχοῦμαι, καὶ οὔθ’ ἱππάσασθαι παρὰ τοῦτο χεῖρον ἄν μοι γένοιτο οὔτε νηὶ χρήσασθαι, πολὺ δ’ ἂν καὶ εἰ‐ δείην νῦν ὑπ’ ἐμπειρίας ἄμεινον ἢ τότε μαχητὴς γενέ‐ σθαι. καὶ φυγάδας μὲν ἡμᾶς δύναιντ’ ἂν οἱ κάκιστοι

13

(50)

Ἀθηναίων ποιεῖν, κακοὺς δὲ οὐδέποτε. ἔδει δὲ ἄρα ἡμᾶς καὶ ἐν ταῖς καθ’ ἡμῶν αὐτῶν κολάσεσιν αἰσθέ‐ σθαι ἧς Ἀθηναίοις ἐσώσαμεν ἐξουσίας. καὶ ταῦτα μὲν ἐνθυμεῖσθαί τε πολλάκις ἡμῖν ἔστι καὶ λόγων πληροῦσθαι μυρίων, καὶ ἀντιμάχεσθαι δοκῶ ταῖς φρον‐
55τίσιν, ἡ δὲ παροῦσα ἐρημία δεινὴ ἀντίκειται μεθέλ‐ κουσα καὶ ἑαυτῆς ποιοῦσα τὸν νοῦν, καὶ δὴ καὶ ἀπάγει ἡμᾶς τῶν ἰσχυροτέρων λογισμῶν. καὶ οὐδὲ Ἀργείων οἱ πλεῖστοι παρόντες ἡμῖν ἀντεροῦσι μὴ ἐρημίαν εἶναι ταῦτα, ἀλλ’ ἅμα τῷ πλήθει τῷ τούτων καὶ ἡ τῶν
60φίλων τε καὶ οἰκείων ἀπουσία φαίνεται. ἀλλ’ εἰ μὲν ἔρρωται ἤδη σοι τὸ θυγάτριον, ἣν προυτείνου τῆς κα‐ τοχῆς αἰτίαν, ἀφικνοῦ πολλὰ τῶν λυπούντων ἡμᾶς ἀφαιρησόμενος· ὅ τι δ’ ἂν ᾖ τὸ κατέχον, ταῦτα μὲν λυ‐ θῆναι εὐχόμεθα, Μεγακλέα δὲ μᾶλλον ἔτι καὶ σὺ πα‐
65ρὼν αὐτῷ καὶ ἐγὼ γράφων ἀναπείθωμεν ἐκτελέσαι ποτὲ ἐλθόντα τὴν ἡμετέραν ἐλπίδα καὶ παύσασθαι
ὑπισχνούμενον.753

14

(t)

Παυσανίᾳ.
1 Ἀπολελόγησαι ὑπὲρ τῆς τύχης, ὦ Παυσανία· δι’ ὧν γὰρ οὕτως ἠτύχηκας δικαίως ἀφῄρησαι καὶ ἡμᾶς τοῦ κατηγορεῖν ἔτι τῆς τύχης. σὺ γὰρ ἐπιχειρῶν Μῆδος γενέσθαι Λακεδαιμόνιος ὤν, καὶ Μήδοις προστιθεὶς
5τὴν Ἑλλάδα ἀρχῆς μὲν ἀπεστέρησαι ἧς ἐφ’ Ἑλλησ‐ πόντῳ εἶχες, καὶ ἐξουσίας δι’ ἧς ταῦτα ἔπρασσες, αὐτὸς δὲ περιειη καὶ κατὰ καιροῦ ποθεῖς, ἐν ᾧ τὰ διεγνωσμένα καὶ δρᾶσαι δυνήσῃ, ὥστε σὺ τὴν τύχην ἠδίκηκας, ἣν τότε εἶχες, οὐ σὲ ἐκείνη. καὶ νῦν ἔτι
10εὐτυχεῖς, ὅτι κινδυνεύσεις ἀκμὴν καὶ μέλλεις ἀποθα‐ νεῖσθαι ὑπὸ Λακεδαιμονίων· ἕξεις παραμυθίαν ὅτι καὶ οὐκ ἀδίκως ἀποθνήσκεις. Ἀρταβάζῳ ὑπερφυῶς ἔνσπονδος εἶ καὶ βασιλέως γαμβρὸς εἶναι ὀρέγῃ. καὶ πῶς ἴσα ἀντὶ ἴσων οἴει διδόναι τε καὶ λαμβάνειν, ὅς
15γε λαμβάνεις μὲν γυναῖκα βάρβαρον καὶ γῆν μετ’ αὐ‐ τῆς Καρῶν τάχα ἢ Φρυγῶν, δίδως δὲ γῆν τε τὴν Ἑλληνίδα καὶ πόλεις τὰς Ἑλλήνων, καὶ οὐδὲ Λακε‐ δαίμονα ἐξαιρεῖς; καὶ τελέσειν ἃ διέγνωκας, ὦ μάταιε, ἐλπίζεις ἀποτυχών τε λήσειν, ὅτι σου τὸ φρόνημα
20μόνον ἦν προδότου, τὰ δὲ ἔργα ὑστέρησεν; οὐ τοσοῦ‐ τον ὦ Παυσανία διείργεται τῆς Πελοποννήσου ἥ τε Τρωὰς ἀκτὴ καὶ Κολωναί, ἔνθα σοι καταδύντι τὰ βα‐ σιλεῖ συμφέροντα μέλει, ὥστε τῶν σῶν ἔργων κωφὰ τἀνθάδε εἶναι, ἀλλά σοι τὰ πρὸς βασιλέα ὁ τολυπεύων
25ἐστὶ Γογγύλος ὁ κάκιστος Ἐρετριέων, εἴ γε τούτῳ ἀγαθῷ κέχρησαι ἀγγελιαφόρῳ, εἰς δὲ τὴν Ἑλλάδα φῆμαι ταῦτα ἀγγελιαφοροῦσι καὶ Μναστορίδας, ὃν σὺ Λακεδαιμόνιον ὄντα καὶ μένειν τοῦτο βουλόμενον καί σοι ῥῆσιν ἀεὶ ποιούμενον τὸν ἐν Σπάρτῃ νόμον ὑβρί‐
30σας ἔχεις καὶ μόνος τῆς προδοσίας ἀπολαύεις. ἀλλὰ σκόπει, ὦ σχέτλιε, εἴ τί σε Ἀρτάβαζος ὀνήσει Λακε‐ δαιμονίων καλεσάντων ἢ ἡ βασιλέως θυγάτηρ ἤδη οὖσα ὡραία γάμου. καὶ σοὶ ταῦτα ὑφ’ ἡμῶν γραφό‐ μενα πολὺ γενέσθω χαλεπώτερα καὶ δι’ ἡμᾶς, ὅτι σοὶ
35ταῦτα αὐτοὶ φυγάδες ὄντες ὀνειδίζομεν.

15

(t)

Αὐτολύκῳ.
1 Ἧσσον, ὦ Αὐτόλυκε, παρηγορεῖν ἄν σε βουλοίμην ἡμᾶς ἢ τἀληθῆ λέγειν, σὺ δὲ ἐπιστέλλων σφόδρα ἤδη μεταμέλειν Ἀθηναίοις τῆς ἡμετέρας φυγῆς παρηγορεῖν ἔμοιγε δοκεῖς μᾶλλον ἢ τἀληθῆ λέγειν. οἵ τε γὰρ τὸ
5πλῆθος δι’ ἡμᾶς διαβάλλοντες ἔτι ἰσχύουσι, καὶ και‐ ρὸς οὐδεὶς καταλαμβάνει, ἐν ᾧ ἀχρεῖοι ἂν ἐν τῇ πό‐ λει οἱ κακοὶ εἶεν καὶ ἅμα αἴσθησιν παρέχοντες ὅτι κατειργάσαντο τοὺς ἀμείνους ἐκπεσεῖν, ἀλλὰ νῦν τῇ κοινῇ εὐπραγίᾳ ἐπικαλυπτόμενοι ἀφανέστερον ἔχουσι
10τὸ ἀχρεῖον. καὶ μενέτω τὰ ἀποκρύπτοντα αὐτούς, ἐφ’ ᾧ τε καὶ ἡ πόλις εὐπραγήσει. ἦ γὰρ ἂν ἡμᾶς ἐπιει‐ κῶς τὰ ἐν Ἀθήναις ἀγαθὰ καὶ δι’ ἀκοῆς εὐφραίνοι, καὶ εἰ δοκεῖ μὴ ὑπὲρ ἡμῶν εἶναι ἐπιδεδωκέναι αὐτὰ
ἐξ ὅτου ἐφύγομεν· ἴσως γὰρ ἤδη καὶ ταῦτα ταῖς ἡμε‐754
15τέραις ἕπεται ἀρχαῖς καὶ εὖ κατασταθέντα εὖ προχω‐ ρεῖ, καὶ ἡμεῖς ἴσως ἂν ἑαυτοὺς δικαίως αἰτιῴμεθα ἀνοίξαντας ὁδὸν τοῖς πράγμασιν εὐρεῖαν, δι’ ἧς ἂν οὐκέτι χρῄζοι τοῦ ἄγοντος. σὺ δ’, ὦ Αὐτόλυκε, μὴ ὡς αὐτὸς ἐθέλεις μεταμέλεσθαι Ἀθηναίους, ἀλλ’ ὡς
20αὐτοὶ ἔχουσιν ἐπίστελλε ἡμῖν, ἔχουσι δ’, οἶμαι, καθὰ ἂν αὐτοὺς τρέπωσιν οἱ ἀεὶ παρόντες, οἳ φανερώτεροι ἂν ἦσαν τῆς κακίας μὴ φυγόντων ἡμῶν.

16

(t)

Ἀλκέτᾳ.
1 Εἰώθεις, ὦ Ἀλκέτα, ἅμα τὴν ἐμὴν ὀδυρόμενος φυγὴν μακαρίσαι τὴν Παυσανίου τύχην, καὶ πολλά‐ κις ἔγραψας σύ γε ὡς ἀποδρᾶσα ἡμῶν ἡ δαίμων ἑαυ‐ τὴν προσθείη Παυσανίᾳ. οἴχεταί σοι μετ’ αὐτῆς
5ἀνὴρ ἐκεῖνος, ὦ Ἀλκέτα· οἴχεται μὲν ἡ ἐφ’ Ἑλλησ‐ πόντῳ ἀρχὴ τοσαύτη οὖσα, οἴχεται δὲ ὁ πλοῦτος καὶ τὸ ἄχρι βασιλέως ὄνομα, καὶ οὐδὲ ταφῆναι αὐτῷ τε‐ λευτήσαντι ἕτοιμον γέγονεν. οἱ δὲ μάλιστα θαυμά‐ σαντες Παυσανίαν νῦν καὶ τοῦ ὀνόματος αὐτοῦ ἀπέ‐
10χονται πολλῶν τοὺς ἀκουσομένους κακῶν ἀναπλήσον‐ τος. ὥστε σοι ὥρα μήτε μακαρίζειν ἔτι τοῦ μεγέθους Παυσανίαν, μήτε μὴν ὀδύρεσθαι τῆς νῦν καταστροφῆς· δίκαια γὰρ νῦν δὴ πέπονθε καὶ ἐπαινοῦμεν αὐτοῦ τὴν τιμωρίαν. καὶ εἰ σφόδρα ἐκπέπληξαι τὸ ἄμετρον τῆς
15μεταβολῆς ἐννοούμενος, ἀπολύσομέν σε τῆς ἐκπλή‐ ξεως φήσαντες οἵοις καὶ ἡμᾶς ἀπέλυσε θάμβους ἀνὴρ ἐλθὼν εἱλώτης. καὶ μεταβαλλόμενος θαύμαζε, ὅτι τοιοῦτος ὢν περιῆν ἐκεῖνος καὶ εὐτύχει ποτὲ καὶ χρό‐ νου πολλοῦ τῆς προδοσίας ἀπέλαυεν. ἐπώλου Παυ‐
20σανίας βασιλεῖ τὴν Ἑλλάδα καὶ Μήδους ἐφίλει καὶ ἐμιμεῖτο, καὶ ἤχθετο ὅτι Ἕλλην εἴη καὶ οὐ τῶν ἐπὶ τὴν Ἑλλάδα ἐλθόντων. καὶ ἐπεὶ ἐδόκει ἀπολελογῆ‐ σθαι τῷ ἐν Πλαταιαῖς ἔργῳ μὴ κακὸς εἶναι, πιστεύε‐ ται τὴν ἐφ’ Ἑλλησπόντῳ στρατηγίαν. καὶ αὐτίκα
25διὰ τῆς στρατηγίας ἀπελογεῖτο Μήδοις ὅτι οὐδ’ ἐν Πλαταιαῖς ἑκὼν ἀγαθὸς ἐγένετο· ποινὴν δὲ ἐκείνου τοῦ ἔργου ἀντεδίδου τὴν Ἑλλάδα αὐτοῖς καὶ Ἀρταβάζῳ συνετίθετο ὄντι σατράπῃ βασιλέως ἐπὶ τοῖς πρὸς θα‐ λάσσῃ ἔθνεσιν, αὐτῷ τε βασιλεῖ ταῦτα ἤγγελλε καὶ
30αὐτὸς ἤδη Μῆδος ἦν καὶ γνώμῃ καὶ διαίταις, καὶ οὐδὲ ἡ ἐσθὴς αὐτὸν ἔτι Ἕλληνα ἐποίει. ταῦτα δ’, ὥς που καὶ αὐτὸς ἔγνωκας, ὀλίγη τὸ πρῶτον εἰς Λακεδαιμο‐ νίους ἐκόμισεν ἀγγελία, καὶ αὐτίκα ἐκίνησε μέν, καί‐ περ ὀλίγη οὖσα, πλέον δ’ οὐδέν· ἐπεὶ δὲ μετεκλήθη,
35ἀπέτισε Παυσανίας καὶ ἀφαιρεθεὶς τὴν ἀρχὴν ἰδιώτης ἀντὶ στρατηγοῦ γίνεται. εὐθὺς γὰρ εἰς τὴν Ἀσίαν κομι‐ σθεὶς καὶ ὀργῇ τε καὶ ἀμύνῃ φέρων τὴν ἀφαίρεσιν τῆς στρατηγίας θερμότερον ἥπτετο τῶν πραγμάτων. κρύ‐ φα δὲ ἀκμὴν ἔπρασσεν, οὐκ αἰσχυνόμενος ἐπ’ αὐτοῖς
40εἰ μὴ λανθάνοι, ἀλλὰ φοβούμενος εἰ ἐκπέσοι ἀποτυ‐ χεῖν. αὐτίκα γὰρ ἅπασαν συνθεὶς τὴν προδοσίαν ἔμελλεν ἀναφανδὸν μεταστήσεσθαι πρὸς βασιλέα. τὸ
δ’ οὖν μηχάνημα τῆς κρυφίου διαπέμψεως τοιοῦτον αὐτῷ κατεσκεύαστο, ὑφ’ οὗ δὴ μάλιστα καὶ ἐσώθη755
45χρόνον τινὰ καὶ αὖθις ἀπώλετο. ἄγγελον τὸν ἀεὶ πεμπόμενον ὑπὸ Παυσανίου θάνατος παρὰ Ἀρταβάζῳ ἐδέχετο· ἐπέστελλε γὰρ δὴ Παυσανίας οὐδενὸς ἀμελέ‐ στερον τῶν τῆς προδοσίας κατακτείνειν τὸν ἄγγελον, ὡς μηδαμῇ λόγος σωθείη τῶν ὑπ’ αὐτοῦ πρασσομένων.

16

(50)

καὶ αὐτῷ ἄχρι μὲν τριῶν καὶ τεσσάρων ἀπωλείας ἀγγέ‐ λων τὸ μηχάνημα εὐτύχει, ἐν τῷ πέμπτῳ δὲ ἔστη λανθά‐ νουσα ἡ ἐπιχείρησις· δέος γὰρ ἔλαβε τοὺς ὑπηρετοῦν‐ τας τοῦ Παυσανίου καὶ μᾶλλον τὸ μηδένα ἀπονοστῆσαι τῶν πεμπομένων φοβερωτέρα μήνυσις ἐγένετο τοῖς
55μήπω ἀπεσταλμένοις. καὶ ἐπεὶ τὸ δεύτερον κληθεὶς εἰς Λακεδαίμονα ἀφίκετο Παυσανίας, καὶ μᾶλλον, ὅτε ἐν αἰτίαις ὢν ἔπεμπε πρὸς βασιλέα ἀγγέλους, ἔδεισεν ὁ τελευταῖος τῶν πεμπομένων καὶ ἐν νῷ βάλ‐ λεται τὴν ἑαυτοῦ ἀπώλειαν, καὶ πρὶν μαθεῖν οὐκ ἀξιῶν
60αὐτῷ τῷ φόβῳ πιστεύειν, ἀπομάσσεται τὴν σφραγῖδα τοῦ Παυσανίου, ὅπως ἔχοι σημήνασθαι ψευσθείς. λύσας δὲ τὰς ἐπιστολὰς καὶ τὰ πολλὰ περὶ καταδου‐ λώσεως τῶν Ἑλλήνων καὶ ἔσχατον περὶ τῆς ἑαυτοῦ ἀπωλείας ἀναγνοὺς φέρων ἐπιδείκνυσι τοῖς ἐφόροις.
65οἱ δὲ τοῖς γράμμασι καὶ τοῖς ἄλλοις κατὰ Παυ‐ σανίου λόγοις ποιούμενοι τεκμήριον ἔτι καὶ γυμνὴν κατανοῆσαι τὴν ἀλήθειαν ἐξειργάσαντο. καὶ καθί‐ ζουσι τὸν ἄνθρωπον ὡς ἱκέτην ἄγοντες παρὰ Ταίναρον, ἄνδρας ἐξ αὑτῶν κρύφα ἀποστείλαντες. ὡς δ’ ἀφικό‐
70μενος ὁ Παυσανίας ἐξήταζεν ὑφ’ ἧς αἰτίας ἱκέτης γέγονεν ὃν αὐτὸς ἄγγελον εἰς τὴν Ἀσίαν ἐπεπόμφει, αὐτίκα ὁ ἄνθρωπος μάρτυρά τε αὐτὸν ποιεῖται Παυ‐ σανίαν οὐδὲν παρ’ αὐτῷ θανάτου ποτὲ ἄξιον ἐργάσα‐ σθαι, προύφερέ τε ὡς ἀπεστέλλετο ἀπολούμενος.
75καὶ τῆς μὲν τῶν Ἑλλήνων δουλώσεως ὀλίγον ἑαυτῷ μέλειν ἔφασκεν (οὐδὲ γὰρ νῦν ἀδεῶς ἐλεύθερον εἶναι), ἑαυτὸν δὲ πρότερον ἀπολελύσθαι ἠξίου. Παυσανίας δὲ πιστοῦταί τε αὐτὸν περὶ τῆς ἀπωλείας καὶ κατί‐ σχειν ἅπερ ἔγνω δεηθεὶς ἀναστήσας εἰς Λακεδαίμονα
80ᾔει, καὶ εἵποντο οἱ ἄνδρες οὐδενὸς ἀνήκοοι γεγονότες. ὡς δὲ τάχιστα πάντες οἱ ἔφοροι ταῦτα μαθόντες ἐφάνη‐ σαν αὐτὸν συλληψόμενοι, φθάνει εἰσπεσὼν εἰς τὸ ἱερὸν τῆς Χαλκιοίκου Ἀθηνᾶς καὶ ἱκέτης ἔν τινι οἴκῳ τοῦ τεμένους ἐκαθέζετο, οἳ δὲ ἀνοικοδομήσαντες τὴν εἴσο‐
85δον καὶ ἀφελόντες τὴν ὀροφὴν τοῦ οἴκου ὑπὸ ἐνδείας αὐτῷ παρέσχον ἱκέτῃ μένοντι ἀπολέσθαι, καὶ ἐπεὶ ἀποψύχοντα ἔγνωσαν, ἐξεκόμισαν τοῦ τεμένους καὶ ἐν βουλῇ ἦσαν εἴτε δοῖεν αὐτῷ ταφῆναι εἴτε μή. τοιαῦτα, ὦ Ἀλκέτα, τὰ τῆς εὐτυχίας πέρατα Παυσανίαν κα‐
90τέλαβε, καί σοι ἀποδέδωκα πάντα τὸν λόγον τοῦ εἱ‐ λώτου ἀνδρός. καὶ μηκέτι ἡμᾶς ὀδύρου τῆς φυγῆς· τρισόλβιοι γὰρ ἡμεῖς ἄρα, οἳ φθόνῳ ἐμετρήθημεν καὶ οὐκ ἐλάσσονες φθόνου ἐγενόμεθα, ἀλλὰ τὴν ἀρετὴν τῶν παρόντων ἔχομεν αἰτιᾶσθαι καὶ τοῦ πέρατος οὗ
95ἐτύχομεν τῆς ἐν δημοκρατίᾳ εὐπραγίας. ἀλλ’ εἴ που ἄρα αὐτοῖς, ὅτι καὶ ταπεινοὶ ἤδη γεγόναμεν, ἔλεος
καὶ μεταμέλεια τὸ πάθος ἀντὶ φθόνου γίγνεται, μαν‐ θάνων ἐπίστελλε, ὦ Ἀλκέτα, καὶ τάχα ἂν ἤδη καὶ Αὐτολύκῳ ταὐτὰ ἐπιστέλλοντι πειθοίμεθα.756

17

(t)

Νικίᾳ καὶ Μελεάγρῳ.
1 Ἀφίγμεθα εἰς τὴν Κέρκυραν, ὥσπερ καὶ ἀναγόμε‐ νοι διεγνώκειμεν, ὅ τε πλοῦς εὐπετὴς ἡμῖν ἐγένετο καὶ πολὺ ἀφεῖλεν οὗ ἐπὶ Κυλλήνης κατεσχέθημεν χρόνου. καὶ ἔτι τήν τε ναῦν εὐθὺς ὑμῖν ἀπέπεμψα καὶ
5τοὺς πλείους τῶν οἰκετῶν, ὡς ἂν μὴ βαρύτερόν που διάγωμεν ἢ φυγάσι πρέπειν οἰόμεθα. Κερκυραῖοι δὲ οὐκ οἶδ’ ὅπως ἔχοντες διαδύονται· μεμνῆσθαι μὲν γὰρ τῆς ἡμετέρας ὁμολογοῦσιν εὐεργεσίας καὶ ὀφεί‐ λειν χάριτας οὐδαμῶς ἀρνοῦνται, καιρῷ δὲ αὐτὰς οὐκ
10ἀγαθῷ ἀπαιτεῖσθαί φασιν· αὐτοὶ γὰρ ἀσθενέστεροι τῶν ἡμᾶς διωκόντων εἶναι. ἀξιοῦσι δὲ μὴ σφᾶς ἀντὶ τῆς εἰς ἕνα εὐχαριστίας ἅπαντας διαφθαρῆναι ἀναγκάσαι, μηδ’ ὀνήσαντα τῇ εὐεργεσίᾳ ἀπολέσαι τῇ ἀμοιβῇ. ὥστε εὐπρεπῶς ἡμᾶς ἀποπέμπονται, καὶ δέδια μὴ
15μακροτέρας ταῦτα ἀρχὴ γένηται φυγῆς.

18

(t)

Ἀριστείδῃ.
1 Τὴν μὲν ἔχθραν ἡμῶν τὸ ἀνόμοιον τῆς τύχης ἤδη λέλυκε καὶ ἀσθένεια ἣ ἐγχορεύει φυγάσι, σὺ δὲ τοῦτο καὶ ὑπερῆρας, ὦ Ἀριστείδη, καὶ εὐεργεσίας κατήρξω παρ’ ἐλπίδας εἰς ἀτυχοῦντας ἡμᾶς, καὶ οὐδὲ τοῦθ’
5ἡμῖν ἐνέλιπεν εἰς τὸ μηδὲν ὧν προσεδοκήσαμεν γεγο‐ νέναι. καί σοι οὐδὲν ἀπόλωλε τῆς ἐπὶ τούτοις χάρι‐ τος· καὶ εἰ μὴ κατορθῶσαι ἴσχυσας, ἀλλὰ καὶ πλείονος ἀρετῆς ἐξ οὗ προθυμίας εισϋπερεδει αὐτὴν ἐσώθημεν ᾐσθήμεθα ὅτι καὶ πρὸς οὕτως ἔχοντας Ἀθηναίους
10ἐμαχέσω. περὶ δὲ τῆς φερούσης ἡμᾶς νῦν φυγῆς, ὡς ἀντὶ μειζόνων αὐτῆς κακῶν κακόν γε καὶ αὐτὴν οὖσαν ᾑρήμεθα, πῶς οὐχὶ καὶ σοὶ ταὐτὰ δόξει; αὖθις καὶ Πολύγνωτος ἐπέστειλεν ἡμῖν· καὶ αὐτὸς γὰρ τὸ φεύγειν κατὰ τάχος ὡς ἀπὸ τιμωρίας ἑτοίμης
15παρεκελεύετο. καὶ οὐκ ἐδόκει μοι τούτου οὐκ ἂν γε‐ νομένου εἰ μένοιμεν ἁμαρτάνειν. Ἀθηναῖοι γὰρ ἦγον ἐπὶ τὸ κοινὸν δικαστήριον τῶν Ἑλλήνων, ὅπου πολὺ πλέον γε τὸ Δωρικὸν τοῦ Ἰωνικοῦ. καὶ τὸ μὲν πλέον ἔμελλεν ἐναντίον γίγνεσθαι, τὸ δὲ ἔλασ‐
20σον ἀνωφελές, καὶ αὐτὸ δὲ οὐ φίλον ἦν τὸ ὑπηργμέ‐ νον. ὥστε εἰκότως ἂν ἡμᾶς τὸ ἄλλο ἅπαν δέξαιτο ἀνθρώπων γένος, εἴτε βαρβάρων εἴτε Ἑλλήνων τύ‐ χοι, παρ’ οἷς δυνήσεται ἡμᾶς καὶ ταῦτ’, ἐφ’ οἷς διω‐ κόμεθα, ὠφελεῖν.

19

(t)

Ἀνταγόρᾳ.
1 Ἐπηγγέλλεσθέ μοι πολλάκις, ὦ Ἀνταγόρα, σὺ καὶ Αὐτόλυκος, ῥᾳδίως ἡμᾶς τοῦ ἐξοστρακισμοῦ ἀπο‐ λύσειν· μαχεῖσθαι γὰρ τῷ ἐχθρῷ ἡμῶν Ἀριστείδῃ ἐλέγετε καὶ πρὸς τὰ ἐναντία τὸ πλῆθος ἢ ἐκεῖνος
5ἄξειν, καὶ ἤδη αὐτὸν ἔλασσον φέρεσθαι μὴ ἐθέλοντα ἀνεῖναι τῆς ἔχθρας. Ἀριστείδης δ’ ἡμῖν Ἀνταγόρας γέγονε καὶ Ἀριστείδης Αὐτόλυκος, καὶ οὐδενὸς ἂν τῶν κακῶν μετέσχομεν, ὧν ἐμέλλομέν τε καὶ ἤδη μετέχομεν, εἴπερ ἡμῖν τοιοῦτοι τρεῖς ἢ τέσσαρες757
10ἐγένεσθε ἐν Ἀθήναις φίλοι ὁποῖος Ἀριστείδης ἐχθρὸς εἷς, μᾶλλον δὲ εἰ καὶ ἐπείσθητε ἡμῶν τῷ ἐχθρῷ. νῦν δὲ διὰ τίνας μᾶλλον, ὦ Ἀνταγόρα, φεύγομεν ἢ δι’ ὑμᾶς; οὐ γὰρ διὰ τοὺς ἐχθρούς γε ἀλλοτιηι κατερχό‐ μεθα ἀγγεῖλαι. ἀλλὰ νικήσατε, ὦ φίλοι, καὶ φεύ‐
15γομεν οὐδένα οὐδαμοῦ αἰτιασόμενοι, καὶ εἰ τὰ οἴ‐ κτιστα πεισόμεθα.

20

(t)

Πολυγνώτῳ.
1 Ταῦτ’ ἔστιν, ὦ Πολύγνωτε, τὰ συμβάντα ἡμῖν μετὰ τὴν ἐξ Ἄργους φυγήν, ἃ παρεκάλεις γραφῆναί σοι καὶ ἐγὼ γέγραφα. τοῦ γὰρ ἀγγέλου κατὰ σπου‐ δὴν ἐλθόντος, ὅνπερ ἔστειλας ἡμῖν τά τε ἄλλα καὶ
5φεύγειν ἀγγελοῦντα, ἄρας αὐτίκα ἀπ’ Ἄργους (συν‐ ήραντο δέ μοι καὶ τῶν ξένων Νικίας καὶ Μελέαγρος) κατῆλθον ἐπὶ Κυλλήνην τὸ Ἠλείων ἐπίνειον. ἐκεῖθι δὲ ἐκινδυνεύσαμεν ὑπὸ χειμῶνος ἀναμεῖναι τοὺς διώ‐ κοντας ἡμᾶς· πλεῖν γὰρ ἐπὶ Κέρκυραν ὡρμημένοι,
10χάριτος ἡμῖν ἐς Κερκυραίους προϋπηργμένης, τρεῖς ὅλας κατειχόμεθ’ ἡμέρας, καὶ οὐκ ἐδόκει ὅτι φεύγο‐ μεν ἔτι Λακεδαιμονίοις ἄδηλον εἶναι. τετάρτῃ δὲ ἡμέρᾳ πλοῦς σφόδρα ἀγαθὸς ἡμῖν γίγνεται, κἀγὼ τοὺς μὲν ξένους ἀπέλυσα ἐπαινέσας (ἔτι γὰρ ἡμῖν
15καὶ πορρωτέρω ἠξίουν συμφεύγειν), νῆα δέ, ἣν πα‐ ρέσχοντό μοι, ἀφεὶς ἐπὶ Κέρκυραν εὐπετῶς διεκομί‐ σθην. Κερκυραῖοι δὲ οὐκ εὐχάριστοι μᾶλλον ἢ ἀκίν‐ δυνοι ἐβούλοντο εἶναι καὶ ἀμοιβὴν ὧν εὐεργετοῦντο ἀπαιτούμενοι εὐεργεσίαν ᾐτοῦντο μὴ ἐπὶ Κερκύρᾳ
20τὴν φυγὴν καταλύειν, ὥστε ἡμῖν ὅ τι δράσωμεν ἠπό‐ ρει ἡ γνώμη. ἤδη δὲ καὶ τὴν ναῦν τοῖς ξένοις ἀπεπεπόμφειν τοῖς Ἀργείοις, οἰκέται τέ μοι ἐλάσσο‐ νες ὧν ἀπέλυσα ἐλείποντο. ἐπεὶ δὲ Κερκυραῖοι καὶ τραχύτερα ἤδη ἐφθέγγοντο καὶ προδώσειν ἐῴκεσαν
25πολὺ μᾶλλον ἢ μαχεῖσθαι ὑπὲρ ἡμῶν, ἔγνων ἐπὶ Σικελίαν τε καὶ πρὸς Γέλωνα πλεῖν. Γέλων γὰρ δὴ τότε Συρακοσίων ἐμονάρχει καὶ ἤρτητο οὐ παρέργως ἡμῶν καὶ οὐκ ἔμελλεν Ἀθηναίοις πεισθήσεσθαι. νῆα δὴ σκέπτομαι ἀνδρῶν Λευκαδίων, οἳ τῇ ἐπιούσῃ ἡμέ‐
30ρᾳ ἔμελλον εἰς τὸ Αὐσόνιον ἐμβάλλειν. καί με ἀπέ‐ στρεψεν κομισθεῖσα ἀγγελία· ἐτεθνήκει γὰρ ἤδη Γέλων καὶ πολλὴ περιειστήκει ταραχὴ Ἱέρωνα τὸν ἀδελφὸν αὐτοῦ ἄρτι εἰς τὴν μοναρχίαν καθιστάμενον. καὶ ἐγώ, ὥσπερ εἶχον, τῇ αὐτῇ νηὶ ἐπί τε Ἤπειρον πλέω, καὶ
35ἀποβὰς εἰς Μολοσσοὺς ἔρχομαι καὶ ἐπὶ τῇ ἑστίᾳ τῇ Ἀδμήτου ἐκαθεζόμην. Ἀδμήτῳ δὲ τότε ὑπήκουε τὸ Μολοσσῶν ἔθνος, καὶ ἐδόκει μάλιστα αὐτῷ δι’ εὐσέ‐ βειαν ἡ βασιλεία ηὐξῆσθαι, καὶ οὐκ ἐφαίνετο περιό‐ ψεσθαι ἡμᾶς ἱκέτας γενομένους. τῶν δ’ Ἀθηναίων
40καὶ Λακεδαιμονίων οἱ πεμφθέντες ὅπως βίᾳ πάντοθέν με ἀγάγωσι, τῇ ἐπιούσῃ ἡμέρᾳ καταπλεύσαντες ἐς Μολοσσοὺς ἀφικνοῦνται, καὶ καταλαβόντες με αὐτόθι ἐχάρησαν καὶ ἄξειν προύλεγον, καταστάντες τε Ἀδ‐ μήτῳ τοιαῦτα ἔλεγον. «προδότην, ὦ Ἄδμητε,758
45ἐλάνθανες οἴκῳ τε τῷ σῷ καὶ ἑστίᾳ δεξάμενος. οὗτος δὲ ἧσσον οὐδὲν ἢ σὲ καὶ Μολοσσοὺς προεδίδου, καὶ εἰ κατώρθωσεν, ἡμεῖς, ὦ Ἄδμητε, ἱκέται τῆς Μήδων ἐγενόμεθ’ ἂν ἑστίας, οὗτος δ’ ἂν ἴσως καὶ ἀντὶ σοῦ ἐβασίλευε Θεσπρωτῶν. νῦν δὲ ἄδικοι ἄρα ἐς Παυ‐

20

(50)

σανίαν ἐγενόμεθα· τῶν γὰρ αὐτῶν ἕνεκα βουλευμά‐ των ὃ μὲν τετιμώρηται ἤδη, ὃ δὲ σεσῶσθαι προσδοκᾷ καὶ σὲ τοῦ ἀδίκου βοηθὸν ποιεῖται, Παυσανίᾳ δὲ οὐδ’ ἡ Χαλκίοικος ἐπήρκεσεν. ἀλλὰ τοῦτον μὲν ἀνί‐ στασθαι κέλευε καὶ παυσάσθω γε διαβάλλων καὶ τὴν
55σὴν μιαίνων ἑστίαν, φίλοι δέ σοι ἔστωσαν Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι ἀνθ’ ἑνὸς προδότου καὶ φυγάδος.» ταῦτα εἰποῦσιν αὐτοῖς ἐγὼ ἔμελλον ἀντιλέγειν ὑφ’ ὧν ᾤμην αἰσχυνθέντας αὐτοὺς ἀπελαθήσεσθαι, ἀλλὰ φθάνει Ἄδμητος εἰπών «οὗτος μὲν ὁ καιρός, ὦ
60Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι, τὴν ἱκετείαν μόνον τὴν Θεμιστοκλέους δικάσει· εἰ δὲ καὶ τὴν προδοσίαν ἐδίκαζον μήτε Ἀθηναίους μήτε Λακεδαιμονίους εὖ ποιῶν, ἀπέλυον ἂν Θεμιστοκλέα. καί μοι ταῦτ’ ἔδο‐ ξεν ἂν τήν τε ἐπ’ Ἀρτεμισίῳ ναυμαχίαν κελεύειν καὶ
65τὴν ἐν Σαλαμῖνι, τήν τε Παυσανίου προδοσίαν, ἥτις ὑμῖν, κἂν ἐπὶ Θεμιστοκλέα διαιρῆτε αὐτήν, ἀεὶ μό‐ νου ἔσται Παυσανίου. καὶ ταῦθ’ ὑμεῖς τε ἐμὲ ἀγ‐ νοεῖν ἐδόξατε, ἐγώ τε ὡς ταῦτα ἀγνοῶν τὰ τῆς ἱκε‐ τείας δικάζω. ἄνδρα τῆς ἐμῆς ἁψάμενον ἑστίας καὶ
70δεδιότα μὲν ἀνθρώπους, τοῖς δ’ ἐν Ἠπείρῳ θεοῖς πι‐ στεύοντα σῶν τε φυλάσσω καὶ ἱκέτην ἀπήμαντον καὶ ἀβλαβῆ, καὶ οὐκ ἀνθρώπων τίσιν ἀπεύχομαι, ἀλλὰ θεοὺς δεδιέναι οὐκ ἀρνοῦμαι, θυσιῶν τε ἡγοῦμαι ἁπασῶν χά‐ ριν ἀμείνω εἶναι θεῷ ἱκέτην φυλασσόμενον.» οὕτω μὲν
75δὴ ἐκεῖνοι κατηφήσαντες ἐκ Μολοσσῶν ἐχώρουν, ἐγὼ δὲ εἰς Μακεδονίαν ὑπὸ Ἀδμήτου πεμφθεὶς καὶ εἰς Πύδναν ἐλθὼν πρὸς Ἀλέξανδρον Μακεδόνων ἄρχοντα, πέμπομαι ὑπ’ Ἀλεξάνδρου ἐπὶ τὴν ἐκεῖ θάλασσαν. καὶ ἐπιτυχὼν ὁλκάδος εἰς Ἰωνίαν πλεούσης ἐμβὰς
80ἐκομιζόμην· ταύτῃ γάρ τοι, βασιλέως δὴ μάλιστα ᾐσθημένου ὧν εἰργασάμεθα αὐτὸν κακῶν, ῥᾷστα ἐμέλλομεν εἰ δίκαια πεπόνθαμεν γνώσεσθαι. πλέοντας δ’ οὐκέθ’ ἡμᾶς εὔπλοια ἦγεν, ὑφ’ ἧς καὶ ἀναχθῆναι ἐπείσθημεν, ἀλλ’ ἤδη καὶ ἰσχυρῷ χειμῶνι ἐχρώμεθα.
85καὶ οὐκέθ’ ὁ χειμὼν ἐμὲ τοσοῦτον ἐλύπει, ἀλλ’ ὅτι ἐπὶ Νάξον κατεφερόμεθα· Νάξον δὲ Ἀθηναῖοι τότε ἐπόρθουν, καὶ ἐπὶ τὸ στρατόπεδον αὐτῶν κατε‐ πλεύσαμεν. ἐγὼ δὲ ἐν πολλῇ ἀμηχανίᾳ ἐκείμην καὶ ἤδη ἐνόμιζον ἱκετείας τε ἀνωφελεῖς ἱκετεῦσαι καὶ
90ὀλεθρίου ἅψασθαι φυγῆς· ἀκμητὶ γὰρ ἔμελλον ἁλώσε‐ σθαι Ἀθηναίοις πρὸς τοὺς διώκοντας ὁ φεύγων ἐληλυ‐ θώς. ἀλλ’ ἐπεὶ τοῖς μὲν ἐν τῇ νηὶ ἀγνὼς ἅπασιν εἶναι ἐδόκουν, τοῖς δὲ ἐν τῷ στρατοπέδῳ ἐπιγνωσθῆ‐
ναι ἐδεδίειν, οὐκ ἐξέλειπον τὴν ναῦν, οἱ σύμπλοι δ’759
95ὕποπτοι ἐγίγνοντο, καί τι κακὸν αὐτοῖς γίγνεσθαι ἐδόκουν καὶ οὐκ ἐπιτήδειος εἶναι ἐν τῷ πλεῖν, ὥστε καὶ ἐκβάλλειν με τῆς νεὼς ἐβούλοντο. ἐν τούτῳ δέ μοι κινδύνου ἑστῶτι Διοπείθης ἀνὴρ τῶν συμπλεόντων ἡμῖν, γένος Βαργυλιήτης, καὶ πρότερον ἐνορῶν τέ

20

(100)

μοι πολλάκις καὶ θαυμάζοντι ἐοικὼς ἔτι μᾶλλον τότε ἐσκέπτετο, καὶ τούτῳ ἰσχυρῶς ὅνπερ ᾤετο αὐτὸς ὢν ἐφάνην. καί μοι μόνος ἔγγιστα ἐλθὼν ὀλίγῃ τῇ φωνῇ ἔλεγεν «ἀκλεῶς ἐνυβρίζει σοι τὸ δαιμόνιον, ὦ Θε‐ μιστόκλεις, εἴ σοι ἐν μόνῳ τῷ ἀγνοηθῆναι Θεμιστο‐
105κλεῖ ὄντι τὸ σώζεσθαι κεῖται. ἀλλ’ ἔγωγε καὶ ἔ‐ γνωκά σε καὶ τοῦτο μάλισθ’ ὡς ὀλέθριον δεδιότι σω‐ τηρίαν ἴσως ἐργάσομαι. ἐγὼ γάρ τοι εἰμὶ ἐκεῖνος, ὃν σὺ ἐρρύσω ὅτε με εἰς Ἀρτεμίσιον ἔμπορον καταπλεύ‐ σαντα ἀνδρὸς Ἑστιαιέως ἐχθροῦ ἰδίου ἕνεκα ἀποθα‐
110νεῖν ὡς παρὰ βασιλέως πλέοντα ἠξίουν. σὺ δέ, ὅπερ ἦν, ἀπιστήσας αὐτοῖς ἔτι καὶ ἐκάκισας τῆς ἐπι‐ χειρήσεως, καὶ οὔτε εὖ ἐπεπόνθεις ὑφ’ ἡμῶν πρότερον, οὔτε πείσεσθαι προσεδόκας· ἡγεμὼν γὰρ ἦς βασιλεῖ ἀντίπαλος καὶ ἄλλοις εὐεργεσίας παρείχου. καὶ ἐγὼ
115ἀπεγνώκειν ἐκείνης τῆς χάριτος ἀμείψασθαι Θεμι‐ στοκλέα καὶ οὐδὲ ἐβουλόμην· οὐ γάρ σε ὧδε πράξειν ὥστε καὶ ἡμῶν δεηθῆναι ἠλπίσαμεν.» «ἀλλ’ ὦ φέ‐ ριστε» ἔφην ἐγώ, «οὐδ’ ἐμοὶ τοῦτο νῦν ἀτύχημα γέγο‐ νεν, εἰ καὶ ἐπὶ τὸ παρὰ σοῦ λαχεῖν ἀμοιβῆς ἀφῖγμαι
120καὶ δύναταί με ταῦτ’ ὠφελεῖν. σὺ δὲ χαῖρέ τέ μοι καὶ εὐτύχημα ἔσται, εἴ σοι δύναμις ὧδε ἔχει ὥστε σῶσαι Θεμιστοκλέα.» αὐτίκα οὖν ἄγει τε πρός με τὸν δεσπότην τῆς νεὼς ἑταῖρον ὄντα αὐτῷ, καὶ κοινωσά‐ μενος ἐδεῖτο φεύγειν ἀπὸ τῆς Νάξου κατὰ τάχος· ὃ
125δὲ ἠγανάκτει καὶ ὥρμησεν ὡς εἶχεν ἐξελθὼν μηνύειν εἰς τὸ στρατόπεδον. καὶ ἐγὼ δεήσει μὲν οὐδεμιᾷ ἐχρησάμην, ἀπειλὴν δὲ αὐτῷ τίθεμαι ἐρεῖν εἰς Ἀθη‐ ναίους ὅτι με οὐκ ἀγνοῶν ἀλλὰ χρήμασι διαφθαρεὶς σώζει ἐκ τῆς Ἑλλάδος. καὶ ὅ τε ἄνθρωπος ἔδεισε
130καὶ μεταβαλόμενος δωρεὰν τοῦ ἔργου ᾐτεῖτο, ἐγώ θ’ ὑπεσχόμην, καὶ νύκτωρ ἀναχθέντες ἐκομίσθημεν εἰς Ἔφεσον. ἐκεῖ δὲ Περσῶν τινὰς καταλαμβάνω φύλακας Καρίας ὑπ’ Ἀρταβάζου καθεζομένους· καὶ Ξέρξῃ μὲν ἤδη ἀδεῶς εἶχον ὅστις εἴην λέγειν, καὶ τό
135τε ὄνομα ἔφραζον καὶ ὡς μέγα ὀνήσων τὸν βασιλέως οἶκον ἐλήλυθα, οἳ δὲ τήν τε ἐπαγγελίαν τοῦ λόγου πρὸς Ἀρτάβαζον ἐκόμιζον, ἐμέ τε ἦγον εἰς Φρύγας· ἦν γὰρ Ἀρτάβαζος ἐν Φρυγίᾳ. ὁ δὲ ἐπεὶ τά τε ἄλλα ἐξ ἐμοῦ καὶ ὡς διέγνωκα πρὸς βασιλέα βαδίζειν
140ᾔσθετο, ἐπῄνει τε καὶ ἔπεμπεν εὐθύς, καί μοι ἵππους δύο καὶ τοὺς ἴσους οἰκέτας δωρεῖται, καὶ τρισκαίδεκα δὲ ἄλλους Περσῶν συνέπεμψεν, οἷς ἥ τε ὁδὸς καὶ τὰ ἐπιτήδεια ἔμελεν· αὐτοὶ δὲ καμήλοις ἐχρῶντο. ὁδεύων δὲ ὄρη μὲν ὀλίγα κοίλην δὲ διῆλθον οὐχ ὑψηλήν,
145πεδία δὲ ἐθεασάμην τε καὶ διώδευσα μεγάλα καὶ οὐ‐ δαμῇ ἀνώμαλα. ᾠκεῖτο δὲ καὶ εἰργάζετο κάλλιστ’ αὐτῶν τὰ πλεῖστα, ἡ δὲ ἔρημος θηρία τε καὶ ζῴων
ἄλλων ἔβοσκεν ἀγέλας. καὶ ποταμοὺς ἔπλευσα πολ‐ λοὺς καὶ ἔθνεσι παντοίοις ἐμίγην. ἤδη δὲ ἀπὸ τῶν760

20

(150)

συνόδων καὶ τῆς Περσίδος φωνῆς ἀντελαμβανόμην, καί με οὐκέτι ἡ ὁδὸς χαλεπῶς ἔτριβεν ὑπὸ τοῦ ἔθους. καὶ ἥ τε ὁδὸς ἡμῖν ἐτελεύτα, καὶ παρὰ βασιλεῖ, ὅποι‐ περ ὡρμώμεθα, ἦμεν. ἐπεὶ δὲ ἐκομίσθη πρὸς αὐτὸν ἀγγελία παρεῖναι ἐπὶ τὰς θύρας αὐτοῦ Θεμιστοκλέα τὸν
155Ἀθηναῖον, ἄγομαί τε ἐγγὺς αὐτοῦ καὶ ἀχθεὶς ἄντικρυς τοῦ θρόνου ἀδεῶς εἱστήκειν, ὃ δ’ ἠγανάκτει καὶ πα‐ ραθεασάμενος ὧδ’ ἔλεγεν. «ὦ ξένε Ἀθηναῖε, λόγος μὲν ἤδη περὶ σοῦ πολὺς ἐν ἡμετέρῳ ἐφέρετο οἴκῳ, καὶ σύ τε ἅμα καὶ Μήδων ἡ ἐν Σαλαμῖνι συμφορὰ παντὶ ἀνὰ
160στόμα ἦτε. σὺ δὲ λέγοις ἂν πρὸς ἡμᾶς, πῶς θράσος ἔσχες ὄψει τε ἐμῇ ὀφθῆναι καὶ φωνῆς ἀκοῦσαι. καὶ σὺ Θεμιστοκλῆς ἐκεῖνος ἐλήλυθας, ὃν Μῆδοι λέγουσιν αἴτιον ἐμοὶ γενέσθαι καὶ πατρὶ ἐμῷ μὴ ἄρχειν Ἑλλή‐ νων; ἀλλ’ ἄμεινον μὲν ἐμοὶ ἦν Ἕλληνας ἔχειν ἢ σὲ
165τιμωρεῖσθαι, σὺ δὲ τοῦτό γε ἀντ’ ἐκείνου παρέσχησαι ἡμῖν, ὥστε σε ἐπαινέσαντες κολάσομεν.» ταῦτ’ εἰπόν‐ τος αὐτοῦ παρίσταταί μοι ὑπ’ ἀνάγκης ἐπαινέσαι τὴν ἀπάτην, ἣν καιρός τις ποιεῖ ἀγαθήν, χρῶμαί τε αὐτῇ καὶ ἔλεγον «κόλασιν, ὦ βασιλεῦ, φεύγοντες ἐπὶ σὲ
170βοηθὸν ἀφίγμεθα· κολάζειν γὰρ ἔμελλον ἡμᾶς οἱ Ἕλ‐ ληνες ἀντὶ τῆς εἰς πατέρα τὸν σὸν εὐεργεσίας, ὅτι ὑμῖν φίλα ἐνθυμούμενοι τόν τε ἐπὶ Σαλαμῖνα πλοῦν κατὰ τάχος ποιεῖσθαι ἠγγείλαμεν, διεστῶτος τότε καὶ τεταραγμένου τοῦ Ἑλληνικοῦ καὶ μέλλοντος ἐπὶ
175Πελοποννήσου φεύγειν καὶ καιρὸν χρηστὸν ἐπιχειρή‐ σεως παρέχοντος, τό τε ζεῦγμα λύειν ἐθέλοντας ἐκω‐ λύσαμεν. καὶ σοὶ Μῆδοι μὲν διὰ τοῦτο μάλιστα ἀπενόστησαν ἐκ τῆς Εὐρώπης, ἐγὼ δὲ διὰ ταῦτα ἐπὶ τιμωρίαν ἠγόμην. ἔφθην δὲ φυγὰς γενόμενος, ὡς ἂν
180σέ τι ὀνήσω καὶ ἐμαυτῷ δίκας εὕρωμαι. καὶ ταῦτα ποιήσειν ἐπαγγέλλεται Ἐρινύς, μεθ’ ἧς ἐγὼ πλείω κακὰ ἐργάσομαι τοὺς Ἕλληνας ἢ ἐδόκουν μετ’ ἐκείνων ἐρ‐ γάσασθαι.» ὃ δ’ εἶπεν «ἐπειδὴ ἀποδώσεις ἡμῖν τὴν Ἑλλάδα, ἣν διὰ σὲ ἀφῃρῆσθαι οἰόμεθα, χαῖρέ τε καὶ
185οὐδενὸς χρηστοῦ ἀτυχήσεις, καί σου τοὺς λόγους πείρᾳ τε καὶ ἔργῳ δώσομεν.» ἐκ τούτου, ὦ Πολύγνωτε, ἐνέτριβον ἐν τοῖς βασιλείοις τιμῆς τε λαγχάνων καὶ ἀεὶ τὰ περὶ Ἑλλήνων ἐξεταζόμενος. καί μοι βασι‐ λεὺς αὐτός, ἐπεὶ καὶ τῇ Περσῶν αὐτὸν ἤδη φωνῇ
190πολλὰ ἠμειβόμην, χρυσοῦν τε δωρεῖται ἀκινάκην καὶ Περσικὴν ἐσθῆτα χρυσῆν ὑφαντήν, ἐδωροῦντο δ’ αὐτίκα καὶ οἱ περὶ αὐτόν, ἐπεὶ τάχιστα ἤρξατο ἐκεῖνος. καί μου ἤδη Ἀρτάβαζον ἧσσον ἐνόμιζε πιστὸν καὶ ἐπὶ θάλαττάν με κατέπεμπεν ἐπὶ τὴν ἐκείνου στρατηγίαν,
195καὶ οὐκ ἐσθῆτας ἔτι ἡμῖν οὐδὲ χρυσόν, ἀλλὰ πόλεις τε ἤδη καὶ πολλὴν γῆν ἐχαρίζετο· ἀφελὼν γὰρ τῆς ἑαυτοῦ βασιλείας Μυοῦντα καὶ Λάμψακόν τε καὶ τὴν ἐπὶ Μαιάνδρῳ Μαγνησίαν ἐμοὶ δίδωσι. καὶ Λάμ‐ ψακον μὲν ἠλευθέρωσα καὶ πολλῷ φόρῳ βαρυνομένην

20

(200)

ἅπαντος ἀφῆκα, Μυοῦντα δὲ τὴν ἐν Μαγνησίᾳ καὶ αὐτὴν Μαγνησίαν καρποῦμαι. ἀλλ’ οὔτε τῆς ἐξου‐
σίας οὔτε τῶν χρημάτων μετά τινος τέρψεως αἰσθανό‐ μεθα, ἀλλὰ χρημάτων μὲν ἅλις εἶναί μοι καὶ ὅσα ἐνεργῆ τὴν φυγὴν μόνον ἡμῶν ἔσωζεν· (τῆς γὰρ νῦν761
205παρούσης ἀφθονίας οὐδ’ οἱ φίλοι ὑμεῖς ἀπολαύετε), ἐξουσίαν δὲ τοιαύτην πῶς δυναίμεθ’ ἂν Ἕλληνες ὄντες ἀγαπᾶν; ὥστε περίστασιν ἐγὼ καὶ ἀνάγκην τὰ πα‐ ρόντα μᾶλλον ἢ εὐτυχίαν ἡγοῦμαι. νῦν δὲ δὴ καὶ μᾶλλον ὑπὸ συμφορᾶς καταλαμβανόμεθα· μέμηνε γὰρ
210καὶ ἐγείρει τὴν ἐπὶ τοὺς Ἕλληνας στρατείαν βα‐ σιλεύς, καὶ ταῦτα ὑπὸ δευτέρας ἤδη κεκόμισται ἀγ‐ γελίας. καὶ ἡμᾶς ἄρα τοῦ στρατοῦ προβαλεῖται ἡγε‐ μόνας καὶ Μήδους ὑποτάξει Θεμιστοκλεῖ, καὶ στρα‐ τεύσομαι ἐπ’ Ἀθήνας ἐγὼ καὶ τῷ Ἀθηναίων ναυαρχή‐
215σοντι μαχοῦμαι; πολλὰ ἄλλα ἔσται, τοῦτο δὲ οὐδέ‐ ποτε.

21

(t)

Τημενίδᾳ.
1 Τῶν κρατήρων μοι τῶν ἀργυρῶν τοὺς μεγίστους τέσσαρας καὶ τῶν θυμιατηρίων τῶν χρυσῶν, ἐφ’ οἷς ἐπιγέγραπται τὰ Ἀσσύρια τὰ παλαιὰ γράμματα, οὐχ ἃ Δαρεῖος ὁ πατὴρ Ξέρξου Πέρσαις ἔναγχος ἔγραψε,
5θώρακάς τε σιδηροῦς ἐκείνων, ὧν ἔδειξάς μοι, τῶν παρὰ Ἀδμήτου τοὺς ἡμίσεις ἀπόπεμψον, μὴ βραδέως μέντοι μηδὲ εἰκαίως, μηδὲ ἐκ Κορίνθου ἐνθέμενος, ἀλλὰ τάχιστα ἀποστείλας καὶ κάλλιστα πιστεύσας καὶ πάντοθεν μᾶλλον ἢ Κεγχρέαθεν ἀναγομένῳ τοὺς κο‐
10μίζοντας ἐπιβήσας σκάφει. ἔρρωσο.762